[66] Ὀνειδιζόμενος ὅτι ἐν καπηλείῳ πίνει, "καὶ ἐν κουρείῳ," φησί, "κείρομαι." ὀνειδιζόμενος ὅτι παρ' Ἀντιπάτρου τριβώνιον ἔλαβεν, ἔφη, (Il. G 65)

οὔτοι ἀπόβλητ' ἐστὶ θεῶν ἐρκυδέα δῶρα.

Πρὸς τὸν ἐνσείσαντα αὐτῷ δοκόν, εἶτα εἰπόντα, "φύλαξαι," πλήξας αὐτὸν τῇ βακτηρίᾳ, ἔφη, "φύλαξαι." πρὸς τὸν λιπαροῦντα τῇ ἑταίρᾳ, "τί θέλεις," ἔφη, "τυχεῖν, ὦ ταλαίπωρε, οὗ τὸ ἀποτυχεῖν ἄμεινόν ἐστι;" πρὸς τὸν μυριζόμενον, "βλέπε," εἶπε, "μὴ ἡ τῆς κεφαλῆς σου εὐωδία δυσωδίαν σου τῷ βίῳ παράσχῃ." τοὺς μὲν οἰκέτας τοῖς δεσπόταις, τοὺς δὲ φαύλους ταῖς ἐπιθυμίαις δουλεύειν.

[66] Ὀνειδιζόμενος ὅτι ἐν καπηλείῳ πίνει, "καὶ γὰρ ἐν κουρείῳ," φησί, "κείρομαι." ὀνειδιζόμενος ὅτι παρ' Ἀντιπάτρου τριβώνιον ἔλαβεν, ἔφη,

οὔτοι ἀπόβλητ' ἐστὶ θεῶν ἐρκυδέα δῶρα.

Πρὸς τὸν ἐνσείσαντα αὐτῷ δοκόν, εἶτα εἰπόντα, "φύλαξαι," πλήξας αὐτὸν τῇ βακτηρίᾳ, ἔφη, "φύλαξαι." πρὸς τὸν λιπαροῦντα τὴν ἑταίραν, "τί θέλεις," ἔφη, "τυχεῖν, ὦ ταλαίπωρε, οὗ τὸ ἀποτυχεῖν ἄμεινόν ἐστι;" πρὸς τὸν μυριζόμενον, "βλέπε," εἶπε, "μὴ ἡ τῆς κεφαλῆς σου εὐωδία δυσωδίαν σου τῷ βίῳ παράσχῃ." τοὺς μὲν οἰκέτας τοῖς δεσπόταις, τοὺς δὲ φαύλους ταῖς ἐπιθυμίαις δουλεύειν.

[66] [41615] Ὀνειδιζόμενος ὅτι ἐν καπηλείῳ πίνει, "Καὶ γὰρ ἐν κουρείῳ," φησί, "κείρομαι." Ὀνειδιζόμενος ὅτι παρὰ Ἀντιπάτρου τριβώνιον ἔλαβεν, ἔφη˙

Οὔτοι ἀπόβλητ' ἐστὶ θεῶν ἐρκυδέα δῶρα.

Πρὸς τὸν ἐνσείσαντα αὐτῷ δοκόν, εἶτα εἰπόντα, "Φύλαξαι," [4171] πλήξας αὐτὸν τῇ βακτηρίᾳ, ἔφη˙ "Φύλαξαι." Πρὸς τὸν λιπαροῦντα τὴν ἑταίραν, "Τί θέλεις," ἔφη, "τυχεῖν, ὦ ταλαίπωρε, οὗ τὸ ἀποτυχεῖν ἄμεινόν ἐστι;" Πρὸς τὸν μυριζόμενον, "Βλέπε," εἶπε, "μὴ ἡ τῆς κεφαλῆς σου εὐωδία [4175] δυσωδίαν σου τῷ βίῳ παράσχῃ." Τοὺς μὲν οἰκέτας τοῖς δεσπόταις, τοὺς δὲ φαύλους ταῖς ἐπιθυμίαις δουλεύειν ἔλεγεν.