[66] Ὕστερον δ' ὁ Ἐμπεδοκλῆς καὶ τὸ τῶν χιλίων ἄθροισμα κατέλυσε συνεστὸς ἐπὶ ἔτη τρία, ὥστε οὐ μόνον ἦν τῶν πλουσίων, ἀλλὰ καὶ τῶν τὰ δημοτικὰ φρονούντων. ὅ γέ τοι Τίμαιος ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ (FGrH 566 F 2), πολλάκις γὰρ αὐτοῦ μνημονεύει, φησὶν ἐναντίαν ἐσχηκέναι γνώμην αὐτὸν 〈ἔν〉 τε τῇ πολιτείᾳ 〈καὶ ἐν τῇ ποιήσει˙ ὅπου μὲν γὰρ μέτριον καὶ ἐπιεικῆ〉 φαίνεσθαι, ὅπου δ' ἀλάζονα καὶ φίλαυτον [ἐν τῇ ποιήσει]˙ φησὶ γοῦν (DK 31 B 112, 4 sq.),

χαίρετ'˙ ἐγὼ δ' ὑμῖν θεὸς ἄμβροτος, οὐκέτι θνητὸς
πωλεῦμαι,

καὶ τὰ ἑξῆς. καθ' ὃν δὲ χρόνον ἐπεδήμει Ὀλυμπίασιν, ἐπιστροφῆς ἠξιοῦτο πλείονος, ὥστε μηδενὸς ἑτέρου μνείαν γίνεσθαι ἐν ταῖς ὁμιλίαις τοσαύτην ὅσην Ἐμπεδοκλέους.

[66] Ὕστερον δ' ὁ Ἐμπεδοκλῆς καὶ τὸ τῶν χιλίων ἄθροισμα κατέλυσε συνεστὸς ἐπὶ ἔτη τρία, ὥστε οὐ μόνον ἦν τῶν πλουσίων, ἀλλὰ καὶ τῶν τὰ δημοτικὰ φρονούντων. ὅ γέ τοι Τίμαιος ἐν τῇ ια' καὶ ιβ', πολλάκις γὰρ αὐτοῦ μνημονεύει, φησὶν ἐναντίαν ἐσχηκέναι γνώμην αὐτὸν τῇ πολιτείᾳ φαίνεσθαι˙ 〈ἔστιν〉 ὅπου δ' ἀλάζονα καὶ φίλαυτον ἐν τῇ ποιήσει˙ φησὶ γοῦν,

χαίρετ'˙ ἐγὼ δ' ὑμῖν θεὸς ἄμβροτος, οὐκέτι θνητὸς
πωλεῦμαι,

καὶ τὰ ἑξῆς. καθ' ὃν δὲ χρόνον ἐπεδήμει Ὀλυμπίασιν, ἐπιστροφῆς ἠξιοῦτο πλείονος, ὥστε μηδενὸς ἑτέρου μνείαν γίνεσθαι ἐν ταῖς ὁμιλίαις τοσαύτην ὅσην Ἐμπεδοκλέους.

[66] Ὕστερον δ' ὁ Ἐμπεδοκλῆς καὶ τὸ τῶν χιλίων ἄθροισμα [61420] κατέλυσε συνεστὼς ἐπὶ ἔτη τρία, ὥστε οὐ μόνον ἦν τῶν πλουσίων, ἀλλὰ καὶ τῶν τὰ δημοτικὰ φρονούντων. Ὅ γέ τοι Τίμαιος ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ (πολλάκις γὰρ [6151] αὐτοῦ μνημονεύει) φησὶν ἐναντίαν ἐσχηκέναι γνώμην αὐτὸν 〈ἔν〉 τῇ πολιτείᾳ φαίνεσθαι. 〈 Ἔστι γὰρ〉 ὅπου γε ἀλάζονα καὶ φίλαυτον ἐν τῇ ποιήσει ἴδοι τις ἄν˙ φησὶ γοῦν˙

Χαίρετ'˙ ἐγὼ δ' ὑμῖν θεὸς ἄμβροτος, οὐκέτι θνητὸς
[6155] πωλεῦμαι,

καὶ τὰ ἑξῆς. Καθ' ὃν δὲ χρόνον ἐπεδήμει Ὀλυμπίασιν, ἐπιστροφῆς ἠξιοῦτο πλείονος, ὥστε μηδενὸς ἑτέρου μνείαν γίνεσθαι ἐν ταῖς ὁμιλίαις τοσαύτην ὅσην Ἐμπεδοκλέους.