[66] διαφέρει δ' ἀξίωμα καὶ ἐρώτημα καὶ πύσμα, προστακτικὸν καὶ ὁρκικὸν καὶ ἀρατικὸν καὶ ὑποθετικὸν καὶ προσαγορευτικὸν καὶ πρᾶγμα ὅμοιον ἀξιώματι. ἀξίωμα μὲν γάρ ἐστιν ὃ λέγοντες ἀποφαινόμεθα, ὅπερ ἢ ἀληθές ἐστιν ἢ ψεῦδος. ἐρώτημα δέ ἐστι πρᾶγμα αὐτοτελὲς μέν, ὡς καὶ τὸ ἀξίωμα, αἰτητικὸν δὲ ἀποκρίσεως, οἷον "ἆρά γ' ἡμέρα ἐστί;" τοῦτο δ' οὔτε ἀληθές ἐστιν οὔτε ψεῦδος, ὥστε τὸ μὲν "ἡμέρα ἐστίν" ἀξίωμά ἐστι, τὸ δὲ "ἆρά γ' ἡμέρα ἐστίν;" ἐρώτημα. πύσμα δέ ἐστι πρᾶγμα πρὸς ὃ συμβολικῶς οὐκ ἔστιν ἀποκρίνεσθαι, ὡς ἐπὶ τοῦ ἐρωτήματος, Ναί, ἀλλὰ εἰπεῖν "οἰκεῖ ἐν τῷδε τῷ τόπῳ." [66] διαφέρει δ' ἀξίωμα καὶ ἐρώτημα καὶ πύσμα 〈καὶ〉 προστακτικὸν καὶ ὁρκικὸν καὶ ἀρατικὸν καὶ ὑποθετικὸν καὶ προσαγορευτικὸν καὶ πρᾶγμα ὅμοιον ἀξιώματι. ἀξίωμα μὲν γάρ ἐστιν ὃ λέγοντες ἀποφαινόμεθα, ὅπερ ἢ ἀληθές ἐστιν ἢ ψεῦδος. ἐρώτημα δέ ἐστι πρᾶγμα αὐτοτελὲς μέν, ὡς καὶ τὸ ἀξίωμα, αἰτητικὸν δὲ ἀποκρίσεως, οἷον "ἆρά γ' ἡμέρα ἐστί;" τοῦτο δ' οὔτε ἀληθές ἐστιν οὔτε ψεῦδος, ὥστε τὸ μὲν "ἡμέρα ἐστίν" ἀξίωμά ἐστι, τὸ δὲ "ἆρά γ' ἡμέρα ἐστίν;" ἐρώτημα. πύσμα δέ ἐστι πρᾶγμα πρὸς ὃ συμβολικῶς οὐκ ἔστιν ἀποκρίνεσθαι, ὡς ἐπὶ τοῦ ἐρωτήματος, Ναί, ἀλλὰ δεῖ εἰπεῖν "οἰκεῖ ἐν τῷδε τῷ τόπῳ." [66] Διαφέρει δὲ ἀξίωμα καὶ ἐρώτημα καὶ πύσμα, 〈καὶ〉 [48410] προστακτικὸν καὶ ὁρκικὸν καὶ ἀρατικὸν καὶ ὑποθετικὸν καὶ προσαγορευτικὸν πρᾶγμα καὶ ὅμοιον ἀξιώματι. Ἀξίωμα μὲν γάρ ἐστιν ὃ λέγοντες ἀποφαινόμεθα, ὅπερ ἢ ἀληθές ἐστιν ἢ ψεῦδος. Ἐρώτημα δέ ἐστι πρᾶγμα αὐτοτελὲς μέν, ὡς καὶ τὸ ἀξίωμα, αἰτητικὸν δὲ ἀποκρίσεως, οἷον [48415] Ἆρά γε ἡμέρα ἐστί; Τοῦτο δὲ οὔτε ἀληθές ἐστιν οὔτε ψεῦδος˙ ὥστε τὸ μὲν Ἡμέρα ἐστίν ἀξίωμά ἐστι, τὸ δὲ Ἆρά γε ἡμέρα ἐστίν; ἐρώτημα. Πύσμα δέ ἐστι πρᾶγμα πρὸς ὃ συμβολικῶς οὐκ ἔστιν ἀποκρίνεσθαι, ὡς ἐπὶ τοῦ ἐρωτήματος, Ναί, ἀλλὰ 〈δεῖ〉 εἰπεῖν˙ Οἰκεῖ ἐν τῷδε τῷ τόπῳ.