[67] Ὕστερον μέντοι τοῦ Ἀκράγαντος οἰκ〈τ〉ιζομένου, ἀντέστησαν αὐτοῦ τῇ καθόδῳ οἱ τῶν ἐχθρῶν ἀπόγονοι˙ διόπερ εἰς Πελοπόννησον ἀποχωρήσας ἐτελεύτησεν. οὐ παρῆκε δ' οὐδὲ τοῦτον ὁ Τίμων (Diels 42), ἀλλ' ὧδε αὐτοῦ καθάπτεται λέγων˙

καὶ Ἐμπεδοκλῆς ἀγοραίων
ληκητὴς ἐπέων˙ ὅσα δ' ἔσθενε, τοσσάδε εἷλεν
ἀρχῶν ὃς διέθηκ' ἀρχὰς ἐπιδευέας ἄλλων.

Περὶ δὲ τοῦ θανάτου διάφορός ἐστιν αὐτοῦ λόγος. Ἡρακλείδης (Wehrli VII, fg. 83) μὲν γὰρ τὰ περὶ τῆς ἄπνου διηγησάμενος, ὡς ἐδοξάσθη Ἐμπεδοκλῆς ἀποστείλας τὴν νεκρὰν ἄνθρωπον ζῶσαν, φησὶν ὅτι θυσίαν συνετέλει πρὸς τῷ Πεισιάνακτος ἀγρῷ. συνεκέκληντο δὲ τῶν φίλων τινές, ἐν οἷς καὶ Παυσανίας.

[67] Ὕστερον μέντοι τοῦ Ἀκράγαντος οἰκ〈τ〉ιζομένου, ἀντέστησαν αὐτοῦ τῇ καθόδῳ οἱ τῶν ἐχθρῶν ἀπόγονοι˙ διόπερ εἰς Πελοπόννησον ἀποχωρήσας ἐτελεύτησεν. οὐ παρῆκε δ' οὐδὲ τοῦτον ὁ Τίμων, ἀλλ' ὧδε αὐτοῦ καθάπτεται λέγων˙

καὶ Ἐμπεδοκλῆς ἀγοραίων
ληκητὴς ἐπέων˙ ὅσα δ' ἔσθενε, τοσσάδε εἷλεν
ἀρχῶν ὃς διέθηκ' ἀρχὰς ἐπιδευέας ἄλλων.

Περὶ δὲ τοῦ θανάτου διάφορός ἐστιν αὐτοῦ λόγος. Ἡρακλείδης μὲν γὰρ τὰ περὶ τῆς ἄπνου διηγησάμενος, ὡς ἐδοξάσθη Ἐμπεδοκλῆς ἀποστείλας τὴν νεκρὰν ἄνθρωπον ζῶσαν, φησὶν ὅτι θυσίαν συνετέλει πρὸς τῷ Πεισιάνακτος ἀγρῷ. συνεκέκληντο δὲ τῶν φίλων τινές, ἐν οἷς καὶ Παυσανίας.

[67] [61510] Ὕστερον μέντοι τοῦ Ἀκράγαντος οἰκ〈τ〉ιζομένου, ἀντέστησαν αὐτοῦ τῇ καθόδῳ οἱ τῶν ἐχθρῶν ἀπόγονοι˙ διόπερ εἰς Πελοπόννησον ἀποχωρήσας ἐτελεύτησεν. Οὐ παρῆκε δ' οὐδὲ τοῦτον ὁ Τίμων, ἀλλ' ὧδε αὐτοῦ καθάπτεται λέγων˙

[61515] καὶ Ἐμπεδοκλῆς ἀγοραίων
ληκητὴς ἐπέων˙ ὅσα δ' ἔσθενε, τόσσα διεῖλεν
ἀρχῶν ὃς διέθηκ' ἀρχὰς ἐπιδευέας ἄλλων.

[6161] Περὶ δὲ τοῦ θανάτου αὐτοῦ διάφορός ἐστι λόγος. Ἡρακλείδης μὲν γὰρ τὰ περὶ τῆς ἄπνου διηγησάμενος, ὡς ἐδοξάσθη Ἐμπεδοκλῆς ἀποστείλας τὴν νεκρὰν ἄνθρωπον ζῶσαν, φησὶν ὅτι θυσίαν συνετέλει πρὸς τῷ Πεισιάνακτος [6165] ἀγρῷ. Συνεκέκληντο δὲ τῶν φίλων τινές, ἐν οἷς καὶ Παυσανίας.