[67] Διονυσίου δέ ποτε τριῶν ἑταιρῶν οὐσῶν μίαν ἐκλέξασθαι κελεύσαντος, τὰς τρεῖς ἀπήγαγεν εἰπών, "οὐδὲ τῷ Πάριδι συνήνεγκε μίαν προκρῖναι˙" ἀπαγαγὼν μέντοι, φασίν, αὐτὰς ἄχρι τοῦ θυρῶνος ἀπέλυσεν. οὕτως ἦν καὶ ἑλέσθαι καὶ καταφρονῆσαι πολύς. διό ποτε Στράτωνα, οἱ δὲ Πλάτωνα, πρὸς αὐτὸν εἰπεῖν, "σοὶ μόνῳ δέδοται καὶ χλανίδα φορεῖν καὶ ῥάκος." Διονυσίου δὲ προσπτύσαντος αὐτῷ ἠνέσχετο. μεμψαμένου δέ τινος, "εἶτα οἱ μὲν ἁλιεῖς," εἶπεν, "ὑπομένουσι ῥαίνεσθαι τῇ θαλάττῃ ἵνα κωβιὸν θηράσωσιν˙ ἐγὼ δὲ μὴ ἀνάσχωμαι κράματι ῥανθῆναι ἵνα βλέννον λάβω;" [67] Διονυσίου δέ ποτε τριῶν ἑταιρῶν οὐσῶν μίαν ἐκλέξασθαι κελεύσαντος, τὰς τρεῖς ἀπήγαγεν εἰπών, "οὐδὲ τῷ Πάριδι συνήνεγκε μίαν προκρῖναι˙" ἀπαγαγὼν μέντοι, φασίν, αὐτὰς ἄχρι τοῦ θυρῶνος ἀπέλυσεν. οὕτως ἦν καὶ ἑλέσθαι καὶ καταφρονῆσαι πολύς. διό ποτε Στράτωνα, οἱ δὲ Πλάτωνα, πρὸς αὐτὸν εἰπεῖν, "σοὶ μόνῳ δέδοται καὶ χλανίδα φορεῖν καὶ ῥάκος." Διονυσίου δὲ προσπτύσαντος αὐτῷ ἠνέσχετο. μεμψαμένου δέ τινος, "εἶτα οἱ μὲν ἁλιεῖς," εἶπεν, "ὑπομένουσι ῥαίνεσθαι τῇ θαλάττῃ ἵνα κωβιὸν θηράσωσιν˙ ἐγὼ δὲ μὴ ἀνάσχωμαι κράματι ῥανθῆναι ἵνα βλέννον λάβω;" [67] Διονυσίου δέ ποτε τριῶν ἑταιρῶν οὐσῶν μίαν ἐκλέξασθαι κελεύσαντος, τὰς τρεῖς ἀπήγαγεν εἰπών, "Οὐδὲ τῷ Πάριδι συνήνεγκε μίαν προκρῖναι˙" ἀπαγαγὼν μέντοι, φασίν, [13810] αὐτὰς ἄχρι τοῦ θυρῶνος ἀπέλυσεν. Οὕτως ἦν καὶ ἑλέσθαι καὶ καταφρονῆσαι πολύς. Δδιό ποτε Στράτωνα, (οἱ δὲ Πλάτωνα) πρὸς αὐτὸν εἰπεῖν, "Σοὶ μόνῳ δέδοται καὶ χλανίδα φορεῖν καὶ ῥάκος." Διονυσίου δὲ προσπτύσαντος αὐτῷ ἠνέσχετο˙ μεμψαμένου δέ τινος, "Εἶτα οἱ μὲν ἁλιεῖς," [13815] εἶπεν, "ὑπομένουσι ῥαίνεσθαι τῇ θαλάττῃ ἵνα κωβιὸν θηράσωσιν˙ ἐγὼ δὲ μὴ ἀνάσχωμαι κράματι ῥανθῆναι, ἵνα βλέννον λάβω;"