[67] Προστακτικὸν δέ ἐστι πρᾶγμα ὃ λέγοντες προστάσσομεν, οἷον (N2 Adesp. 177),

σὺ μὲν βάδιζε τὰς ἐπ' Ἰνάχου ῥοάς.

ὁρκικὸν δέ ἐστι πρᾶγμα 〈προσαγορευτικὸν δέ ἐστι πρᾶγμα〉 ὃ εἰ λέγοι τις, προσαγορεύοι ἄν, οἷον (Il. B 434, et alibi),

Ἀτρείδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον.

ὅμοιον δ' ἐστὶν ἀξιώματι ὃ τὴν ἐκφορὰν ἔχον ἀξιωματικὴν παρά τινος μορίου πλεονασμὸν ἢ πάθος ἔξω πίπτει τοῦ γένους τῶν ἀξιωμάτων, οἷον,

καλός γ' ὁ παρθενών, 〈καὶ〉

ὡς Πριαμίδῃσιν ἐμφερὴς ὁ βουκόλος. (N2 Adesp. 286)

[67] Προστακτικὸν δέ ἐστι πρᾶγμα ὃ λέγοντες προστάσσομεν, οἷον,

σὺ μὲν βάδιζε τὰς ἐπ' Ἰνάχου ῥοάς.

ὁρκικὸν δέ ἐστι πρᾶγμα * * 〈προσαγορευτικὸν〉 δέ ἐστι πρᾶγμα ὃ εἰ λέγοι τις, προσαγορεύοι ἄν, οἷον,

Ἀτρείδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον.

ὅμοιον δ' ἐστὶν ἀξιώματι ὃ τὴν ἐκφορὰν ἔχον ἀξιωματικὴν παρά τινος μορίου πλεονασμὸν ἢ πάθος ἔξω πίπτει τοῦ γένους τῶν ἀξιωμάτων, οἷον,

καλός γ' ὁ παρθενών.
ὡς Πριαμίδῃσιν ἐμφερὴς ὁ βουκόλος.

[67] [48420] Προστακτικὸν δέ ἐστι πρᾶγμα ὃ λέγοντες προστάσσομεν, οἷον˙

Σὺ μὲν βάδιζε τὰς ἐπ' Ἰνάχου ῥοάς.

Ὁρκικὸν 〈*〉προσαγορευτικὸν〉 δέ ἐστι πρᾶγμα ὃ εἰ λέγοι τις, προσαγορεύοι ἄν, οἷον˙

[4851] Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον.

Ὅμοιον δέ ἐστὶν ἀξιώματι ὃ τὴν ἐκφορὰν ἔχον ἀξιωματικὴν, παρά τινος μορίου πλεονασμὸν ἢ πάθος ἔξω πίπτει τοῦ γένους τῶν ἀξιωμάτων, οἷον˙

[4855] Καλός γ' ὁ παρθενών,

〈καὶ˙

Ὡς Πριαμίδῃσιν ἐμφερὴς ὁ βουκόλος.