[69] Ἐρωτηθεὶς τί κάλλιστον ἐν ἀνθρώποις, ἔφη, "παρρησία." εἰσελθὼν εἰς διδασκάλου καὶ Μούσας μὲν ἰδὼν πολλάς, μαθητὰς δὲ ὀλίγους, "σὺν θεοῖς," ἔφη, "διδάσκαλε, πολλοὺς μαθητὰς ἔχεις." εἰώθει δὲ πάντα ποιεῖν ἐν τῷ μέσῳ, καὶ τὰ Δήμητρος καὶ τὰ Ἀφροδίτης. καὶ τοιούτους τινὰς ἠρώτα λόγους˙ εἰ τὸ ἀριστᾶν μηδὲν εἴη ἄτοπον, οὐδ' ἐν ἀγορᾷ ἐστιν ἄτοπον˙ οὐκ ἔστι δ' ἄτοπον τὸ ἀριστᾶν˙ οὐδ' ἐν ἀγορᾷ ἄρα ἐστὶν ἄτοπον. χειρουργῶν δ' ἐν μέσῳ συνεχές, "εἴθε ἦν," ἔλεγε, "καὶ τὴν κοιλίαν παρατριψάμενον τοῦ λιμοῦ παύσασθαι˙" ἀναφέρεται δὲ καὶ ἄλλα εἰς αὐτόν, ἃ μακρὸν ἂν εἴη καταλέγειν πολλὰ ὄντα. [69] Ἐρωτηθεὶς τί κάλλιστον ἐν ἀνθρώποις, ἔφη, "παρρησία." εἰσελθὼν εἰς διδασκάλου καὶ Μούσας μὲν ἰδὼν πολλάς, μαθητὰς δὲ ὀλίγους, "σὺν θεοῖς," ἔφη, "διδάσκαλε, πολλοὺς μαθητὰς ἔχεις." εἰώθει δὲ πάντα ποιεῖν ἐν τῷ μέσῳ, καὶ τὰ Δήμητρος καὶ τὰ Ἀφροδίτης. καὶ τοιούτους τινὰς ἠρώτα λόγους˙ εἰ τὸ ἀριστᾶν μηδὲν ἔστι ἄτοπον, οὐδ' ἐν ἀγορᾷ ἐστιν ἄτοπον˙ οὐκ ἔστι δ' ἄτοπον τὸ ἀριστᾶν˙ οὐδ' ἐν ἀγορᾷ ἄρα ἐστὶν ἄτοπον. χειρουργῶν τ' ἐν μέσῳ συνεχές, "εἴθε ἦν," ἔλεγε, "καὶ τὴν κοιλίαν παρατριψάμενον τοῦ λιμοῦ παύσασθαι˙" ἀναφέρεται δὲ καὶ ἄλλα εἰς αὐτόν, ἃ μακρὸν ἂν εἴη καταλέγειν πολλὰ ὄντα. [69] Ἐρωτηθεὶς τί κάλλιστον ἐν ἀνθρώποις, ἔφη˙ "Παρρησία." Εἰσελθὼν εἰς διδασκάλου καὶ Μούσας μὲν ἰδὼν πολλάς, μαθητὰς δὲ ὀλίγους, "Σὺν θεοῖς," ἔφη, "διδάσκαλε, [41815] πολλοὺς μαθητὰς ἔχεις." Εἰώθει δὲ πάντα ποιεῖν ἐν τῷ μέσῳ, καὶ τὰ Δήμητρος καὶ τὰ Ἀφροδίτης. Καὶ τοιούτους τινὰς ἠρώτα λόγους˙ Εἰ τὸ ἀριστᾶν μηδὲν εἴη ἄτοπον, οὐδ' ἐν ἀγορᾷ ἐστιν ἄτοπον˙ οὐκ ἔστι δὲ ἄτοπον τὸ ἀριστᾶν˙ οὐδ' ἄρα ἐν ἀγορᾷ ἐστὶν ἄτοπον. Χειρουργῶν [4191] τε ἐν μέσῳ συνεχές, "Εἴθε ἦν," ἔλεγε, "καὶ τὴν κοιλίαν παρατριψάμενον τοῦ λιμοῦ παύσασθαι." Ἀναφέρεται δὲ καὶ ἄλλα εἰς αὐτόν, ἃ μακρὸν ἂν εἴη καταλέγειν πολλὰ ὄντα.