[69] ἐρωτηθεὶς ὑπὸ Διονυσίου διὰ τί οἱ μὲν φιλόσοφοι ἐπὶ τὰς τῶν πλουσίων θύρας ἔρχονται, οἱ δὲ πλούσιοι ἐπὶ τὰς τῶν φιλοσόφων οὐκέτι, ἔφη, "ὅτι οἱ μὲν ἴσασιν ὧν δέονται, οἱ δ' οὐκ ἴσασιν." [ὀνειδιζόμενός ποτ' ἐπὶ τῷ πολυτελῶς ζῆν ὑπὸ Πλάτωνος, ἔφη, "ἆρα φαίνεταί σοι Διονύσιος ἀγαθός;" τοῦ δ' ὁμολογήσαντος, "καὶ μήν," ἔφη, "ζῇ ἐμοῦ πολυτελέστερον˙ ὥστ' οὐδὲν κωλύει καὶ πολυτελῶς καὶ καλῶς ζῆν."] ἐρωτηθεὶς τίνι διαφέρουσιν οἱ πεπαιδευμένοι τῶν ἀπαιδεύτων, ἔφη, "ᾧπερ οἱ δεδαμασμένοι ἵπποι τῶν ἀδαμάστων." εἰσιών ποτε εἰς ἑταίρας οἰκίαν καὶ τῶν σὺν αὐτῷ μειρακίων τινὸς ἐρυθριάσαντος, "οὐ τὸ εἰσελθεῖν," ἔφη, "χαλεπόν, ἀλλὰ τὸ μὴ δύνασθαι ἐξελθεῖν." [69] ἐρωτηθεὶς ὑπὸ Διονυσίου διὰ τί οἱ μὲν φιλόσοφοι ἐπὶ τὰς τῶν πλουσίων θύρας ἔρχονται, οἱ δὲ πλούσιοι ἐπὶ τὰς τῶν φιλοσόφων οὐκέτι, ἔφη, "ὅτι οἱ μὲν ἴσασιν ὧν δέονται, οἱ δ' οὐκ ἴσασιν." ὀνειδιζόμενός ποτ' ἐπὶ τῷ πολυτελῶς ζῆν ὑπὸ Πλάτωνος, ἔφη, "ἆρα φαίνεταί σοι Διονύσιος ἀγαθός;" τοῦ δ' ὁμολογήσαντος, "καὶ μήν," ἔφη, "ζῇ ἐμοῦ πολυτελέστερον˙ ὥστ' οὐδὲν κωλύει καὶ πολυτελῶς καὶ καλῶς ζῆν." ἐρωτηθεὶς τίνι διαφέρουσιν οἱ πεπαιδευμένοι τῶν ἀπαιδεύτων, ἔφη, "ᾧπερ οἱ δεδαμασμένοι ἵπποι τῶν ἀδαμάστων." εἰσιών ποτε εἰς ἑταίρας οἰκίαν καὶ τῶν σὺν αὐτῷ μειρακίων τινὸς ἐρυθριάσαντος, "οὐ τὸ εἰσελθεῖν," ἔφη, "χαλεπόν, ἀλλὰ τὸ μὴ δύνασθαι ἐξελθεῖν." [69] Ἐρωτηθεὶς ὑπὸ Διονυσίου διὰ τί οἱ μὲν φιλόσοφοι ἐπὶ τὰς τῶν πλουσίων θύρας ἔρχονται, οἱ δὲ πλούσιοι ἐπὶ τὰς τῶν φιλοσόφων οὐκέτι, ἔφη, " Ὅτι οἱ μὲν ἴσασιν ὧν δέονται, οἱ δ' οὐκ ἴσασιν." [ὀνειδιζόμενός ποτ' ἐπὶ τῷ πολυτελῶς [13915] ζῆν ὑπὸ Πλάτωνος, ἔφη, " Ἆρα φαίνεταί σοι Διονύσιος ἀγαθός;" Τοῦ δ' ὁμολογήσαντος, "Καὶ μήν," ἔφη, "ζῇ ἐμοῦ πολυτελέστερον˙ ὥστ' οὐδὲν κωλύει καὶ πολυτελῶς καὶ [1401] καλῶς ζῆν."] Ἐρωτηθεὶς τίνι διαφέρουσιν οἱ πεπαιδευμένοι τῶν ἀπαιδεύτων, ἔφη, " Ὧιπερ οἱ δεδαμασμένοι ἵπποι τῶν ἀδαμάστων." Εἰσιών ποτε εἰς ἑταίρας οἰκίαν καὶ τῶν σὺν αὐτῷ μειρακίων τινὸς ἐρυθριάσαντος, "Οὐ τὸ εἰσελθεῖν," [1405] ἔφη, "χαλεπόν, ἀλλὰ τὸ μὴ δύνασθαι ἐξελθεῖν."