[7] ἀλλὰ καθ' Ὅμηρον φάναι πάντας ἀνθρώπους Αἰγυπτίους ἰατροὺς εἶναι. διέγνω δὴ ὁ Πλάτων καὶ τοῖς Μάγοις συμμῖξαι˙ διὰ δὲ τοὺς τῆς Ἀσίας πολέμους ἀπέστη. ἐπανελθὼν δὲ εἰς Ἀθήνας διέτριβεν ἐν Ἀκαδημείᾳ. τὸ δ' ἐστὶ γυμνάσιον προάστειον ἀλσῶδες ἀπό τινος ἥρωος ὀνομασθὲν Ἑκαδήμου, καθὰ καὶ Εὔπολις ἐν Ἀστρατεύτοις φησίν (Kock I. 265)˙

ἐν εὐσκίοις δρόμοισιν Ἑκαδήμου θεοῦ.

ἀλλὰ καὶ ὁ Τίμων εἰς τὸν Πλάτωνα λέγων φησί (Diels 30)˙

τῶν πάντων δ' ἡγεῖτο πλατίστακος, ἀλλ' ἀγορητὴς
ἡδυεπής, τέττιξιν ἰσογράφος, οἵ θ' Ἑκαδήμου
δένδρει ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσιν.

[7] ἀλλὰ καθ' Ὅμηρον φάναι 〈περὶ〉 πάντων ἀνθρώπων Αἰγυπτίους ἰατροὺς εἶναι. διέγνω δὴ ὁ Πλάτων καὶ τοῖς Μάγοις συμμῖξαι˙ διὰ δὲ τοὺς τῆς Ἀσίας πολέμους ἀπέστη. ἐπανελθὼν δὲ εἰς Ἀθήνας διέτριβεν ἐν Ἀκαδημείᾳ. τὸ δ' ἐστὶ γυμνάσιον προάστειον ἀλσῶδες ἀπό τινος ἥρωος ὀνομασθὲν Ἑκαδήμου, καθὰ καὶ Εὔπολις ἐν Ἀστρατεύτοις φησίν˙

ἐν εὐσκίοις δρόμοισιν Ἑκαδήμου θεοῦ.

ἀλλὰ καὶ ὁ Τίμων εἰς τὸν Πλάτωνα λέγων φησί˙

τῶν πάντων δ' ἡγεῖτο πλατίστακος, ἀλλ' ἀγορητὴς
ἡδυεπής, τέττιξιν ἰσογράφος, οἵ θ' Ἑκαδήμου
δένδρῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱᾶσιν.

[7] Ἀλλὰ καὶ Ὅμηρον φάναι 〈περὶ〉 πάντων ἀνθρώπων Αἰγυπτίους [19610] ἰατροὺς εἶναι. Διέγνω δὴ ὁ Πλάτων καὶ τοῖς Μάγοις συμμῖξαι˙ διὰ δὲ τοὺς τῆς Ἀσίας πολέμους ἀπέστη. Ἐπανελθὼν δὲ εἰς Ἀθήνας διέτριβεν ἐν Ἀκαδημίᾳ. Τὸ δ' ἐστὶ γυμνάσιον προάστειον ἀλσῶδες, ἀπό τινος ἥρωος ὀνομασθὲν Ἑκαδήμου, καθὰ καὶ Εὔπολις ἐν Ἀστρατεύτοις [19615] φησίν˙

ἐν εὐσκίοις δρόμοισιν Ἑκαδήμου θεοῦ.

Ἀλλὰ καὶ ὁ Τίμων εἰς τὸν Πλάτωνα λέγων φησί˙

[1971] Τῶν πάντων δ' ἡγεῖτο πλατίστατος, ἀλλ' ἀγορητὴς
ἡδυεπής, τέττιξιν ἰσογράφος, οἵ θ' Ἑκαδήμου
δένδρῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱᾶσιν.