[70] Αἴνιγμά τινος αὐτῷ προτείναντος καὶ εἰπόντος, "λῦσον," "τί, ὦ μάταιε," ἔφη, "λῦσαι θέλεις ὃ καὶ δεδεμένον ἡμῖν πράγματα παρέχει;" ἄμεινον ἔφη ἐπαιτεῖν ἢ ἀπαίδευτον εἶναι˙ οἱ μὲν γὰρ χρημάτων, οἱ δ' ἀνθρωπισμοῦ δέονται. λοιδορούμενός ποτε ἀνεχώρει˙ τοῦ δ' ἐπιδιώκοντος εἰπόντος, "τί φεύγεις;", "ὅτι," φησί, "τοῦ μὲν κακῶς λέγειν σὺ τὴν ἐξουσίαν ἔχεις, τοῦ δὲ μὴ ἀκούειν ἐγώ." εἰπόντος τινὸς ὡς ἀεὶ τοὺς φιλοσόφους βλέποι παρὰ ταῖς τῶν πλουσίων θύραις, "καὶ γὰρ οἱ ἰατροί," φησί, "παρὰ ταῖς τῶν νοσούντων˙ ἀλλ' οὐ παρὰ τοῦτό τις ἂν ἕλοιτο νοσεῖν ἢ ἰατρεύειν." [70] Αἴνιγμά τινος αὐτῷ προτείναντος καὶ εἰπόντος, "λῦσον," "τί, ὦ μάταιε," ἔφη, "λῦσαι θέλεις ὃ καὶ δεδεμένον ἡμῖν πράγματα παρέχει;" ἄμεινον ἔφη ἐπαίτην ἢ ἀπαίδευτον εἶναι˙ οἱ μὲν γὰρ χρημάτων, οἱ δ' ἀνθρωπισμοῦ δέονται. λοιδορούμενός ποτε ἀνεχώρει˙ τοῦ δ' ἐπιδιώκοντος εἰπόντος, "τί φεύγεις;", "ὅτι," φησί, "τοῦ μὲν κακῶς λέγειν σὺ τὴν ἐξουσίαν ἔχεις, τοῦ δὲ μὴ ἀκούειν ἐγώ." εἰπόντος τινὸς ὡς ἀεὶ τοὺς φιλοσόφους βλέποι παρὰ ταῖς τῶν πλουσίων θύραις, "καὶ γὰρ οἱ ἰατροί," φησί, "παρὰ ταῖς τῶν νοσούντων˙ ἀλλ' οὐ παρὰ τοῦτό τις ἂν ἕλοιτο νοσεῖν ἢ ἰατρεύειν." [70] Αἴνιγμά τινος αὐτῷ προτείναντος καὶ εἰπόντος, "Λῦσον," "Τί, ὦ μάταιε," ἔφη, "λῦσαι θέλεις ὃ καὶ δεδεμένον ἡμῖν πράγματα παρέχει;" Ἄμεινον ἔφη ἐπαιτεῖν ἢ ἀπαίδευτον εἶναι˙ οἱ μὲν γὰρ χρημάτων, οἱ δ' ἀνθρωπισμοῦ δέονται. [14010] Λοιδορούμενός ποτε ἀνεχώρει˙ τοῦ δ' ἐπιδιώκοντος εἰπόντος, "Τί φεύγεις;", " Ὅτι," φησί, "τοῦ μὲν κακῶς λέγειν σὺ τὴν ἐξουσίαν ἔχεις, τοῦ δὲ μὴ ἀκούειν ἐγώ." Εἰπόντος τινὸς ὡς ἀεὶ τοὺς φιλοσόφους βλέποι παρὰ ταῖς τῶν πλουσίων θύραις, "Καὶ γὰρ οἱ ἰατροί," φησί, "παρὰ [14015] ταῖς τῶν νοσούντων˙ ἀλλ' οὐ παρὰ τοῦτό τις ἕλοιτ' ἂν νοσεῖν ἢ ἰατρεύειν."