[71] Οὐ διακεκρίσθαι δ' εἰς τοὺς οἰκείους τόπους ἕκαστον, ὅτι ἡ περιφορὰ σφίγγουσα καὶ πρὸς τὸν μέσον συνάγουσα συγκρίνει τὰ μικρά, τὰ δὲ διακρίνει, τὰ μεγάλα. διόπερ τὰ εἴδη μεταβάλλοντα καὶ τοὺς τόπους μεταβάλλειν.
Κόσμον τε εἶναι ἕνα γεννητόν, ἐπειδὴ καὶ αἰσθητός ἐστιν ὑπὸ θεοῦ κατεσκευασμένος˙ ἔμψυχόν τε εἶναι διὰ τὸ κρεῖττον εἶναι τοῦ ἀψύχου τὸ ἔμψυχον, τοῦτο δὲ δημιούργημα ὑποκεῖσθαι τοῦ βελτίστου αἰτίου. ἕνα τε αὐτὸν καὶ οὐκ ἄπειρον κατεσκευάσθαι, ὅτι καὶ τὸ ὑπόδειγμα ἓν ἦν ἀφ' οὗ αὐτὸν ἐδημιούργησε˙

[71] Οὐ διακεκρίσθαι δ' εἰς τοὺς οἰκείους τόπους ἕκαστον, [23410] ὅτι ἡ περιφορὰ σφίγγουσα καὶ πρὸς τὸ μέσον συνάγουσα συγκρίνει τὰ μικρά, τὰ δὲ διακρίνει, τὰ μεγάλα. Διόπερ τὰ εἴδη μεταβάλλοντα καὶ τοὺς τόπους μεταβάλλειν.
Κόσμον τε εἶναι ἕνα γεννητόν, ἐπειδὴ καὶ αἰσθητός ἐστιν ὑπὸ θεοῦ κατεσκευασμένος˙ ἔμψυχόν τε εἶναι διὰ
[23415] τὸ κρεῖττον εἶναι τοῦ ἀψύχου τὸ ἔμψυχον, τοῦτο δὲ δημιούργημα ὑποκεῖσθαι τοῦ βελτίστου αἰτίου. Ἕνα τε αὐτὸν καὶ οὐκ ἀπείρους κατεσκευάσθαι, ὅτι καὶ τὸ ὑπόδειγμα ἓν ἦν, ἀφ' οὗ αὐτὸν ἐδημιούργησε˙