[71] τούτοις δ' ἐναντιοῦται Τίμαιος (FGrH 566 F 6), ῥητῶς λέγων ὡς ἐξεχώρησεν εἰς Πελοπόννησον καὶ τὸ σύνολον οὐκ ἐπανῆλθεν˙ ὅθεν αὐτοῦ καὶ τὴν τελευτὴν ἄδηλον εἶναι. πρὸς δὲ τὸν Ἡρακλείδην (Wehrli VII, fg. 84) καὶ ἐξ ὀνόματος ποιεῖται τὴν ἀντίρρησιν ἐν τῇ τετάρτῃ˙ Συρακούσιόν τε γὰρ εἶναι τὸν Πεισιάνακτα καὶ ἀγρὸν οὐκ ἔχειν ἐν Ἀκράγαντι˙ Παυσανίαν τε μνημεῖον 〈ἂν〉 πεποιηκέναι τοῦ φίλου, τοιούτου διαδοθέντος λόγου, ἢ ἀγαλμάτιόν τι ἢ σηκὸν οἷα θεοῦ˙ καὶ γὰρ πλούσιον εἶναι. "πῶς οὖν," φησίν, "εἰς τοὺς κρατῆρας ἥλατο ὧν σύνεγγυς ὄντων οὐδὲ μνείαν ποτὲ ἐπεποίητο; τετελεύτηκεν οὖν ἐν Πελοποννήσῳ. [71] τούτοις δ' ἐναντιοῦται Τίμαιος, ῥητῶς λέγων ὡς ἐξεχώρησεν εἰς Πελοπόννησον καὶ τὸ σύνολον οὐκ ἐπανῆλθεν˙ ὅθεν αὐτοῦ καὶ τὴν τελευτὴν ἄδηλον εἶναι. πρὸς δὲ τὸν Ἡρακλείδηνκαὶ ἐξ ὀνόματος ποιεῖται τὴν ἀντίρρησιν ἐν τῇ ιδ'˙ Συρακούσιόν τε γὰρ εἶναι τὸν Πεισιάνακτα καὶ ἀγρὸν οὐκ ἔχειν ἐν Ἀκράγαντι˙ Παυσανίαν τε μνημεῖον 〈ἂν〉 πεποιηκέναι τοῦ φίλου, τοιούτου διαδοθέντος λόγου, ἢ ἀγαλμάτιόν τι ἢ σηκὸν οἷα θεοῦ˙ καὶ γὰρ πλούσιον εἶναι. "πῶς οὖν," φησίν, "εἰς τοὺς κρατῆρας ἥλατο ὧν 〈ὡς〉 σύνεγγυς ὄντων οὐδὲ μνείαν ποτὲ ἐπεποίητο; τετελεύτηκεν οὖν ἐν Πελοποννήσῳ. [71] Τούτοις δ' ἐναντιοῦται Τίμαιος, ῥητῶς λέγων ὡς ἐξεχώρησεν [61720] εἰς Πελοπόννησον καὶ τὸ σύνολον οὐκ ἐπανῆλθεν˙ ὅθεν αὐτοῦ καὶ τὴν τελευτὴν ἄδηλον εἶναι. Πρὸς δὲ [6181] τὸν Ἡρακλείδην καὶ ἐξ ὀνόματος ποιεῖται τὴν ἀντίρρησιν ἐν τῇ τετάρτῃ˙ Συρακούσιόν τε γὰρ εἶναι τὸν Πεισιάνακτα καὶ ἀγρὸν οὐκ ἔχειν ἐν Ἀκράγαντι˙ Παυσανίαν τε μνημεῖον 〈ἂν〉 πεποιηκέναι τοῦ φίλου, τοιούτου διαδοθέντος [6185] λόγου, ἢ ἀγαλμάτιόν τι ἢ σηκὸν οἷα θεοῦ˙ καὶ γὰρ πλούσιον εἶναι. "Πῶς οὖν," φησίν, "εἰς τοὺς κρατῆρας ἥλατο ὧν σύνεγγυς ὄντων οὐδὲ μνείαν ποτὲ ἐπεποίητο; τετελεύτηκεν οὖν ἐν Πελοποννήσῳ.