[8] συνεβούλευεν Ἀθηναίοις τοὺς ὄνους ἵππους ψηφίσασθαι˙ ἄλογον δὲ ἡγουμένων, "ἀλλὰ μὴν καὶ στρατηγοί," φησί, "γίνονται παρ' ὑμῖν μηδὲν μαθόντες, μόνον δὲ χειροτονηθέντες." πρὸς τὸν εἰπόντα "πολλοί σε ἐπαινοῦσι," "τί γάρ," ἔφη, "κακὸν πεποίηκα;" στρέψαντος αὐτοῦ τὸ διερρωγὸς τοῦ τρίβωνος εἰς τὸ προφανές, Σωκράτης ἰδών φησιν, "ὁρῶ σου διὰ τοῦ τρίβωνος τὴν φιλοδοξίαν."
ἐρωτηθεὶς ὑπό του, καθά φησι Φαινίας ἐν τῷ Περὶ τῶν Σωκρατικῶν (FHG II. 299), τί ποιῶν καλὸς κἀγαθὸς ἔσοιτο, ἔφη, "εἰ τὰ κακὰ ἃ ἔχεις ὅτι φευκτά ἐστι μάθοις παρὰ τῶν εἰδότων." πρὸς τὸν ἐπαινοῦντα τρυφήν, "ἐχθρῶν παῖδες," ἔφη, "τρυφήσειαν."
[8] συνεβούλευεν Ἀθηναίοις τοὺς ὄνους ἵππους ψηφίσασθαι˙ ἄλογον δὲ ἡγουμένων, "ἀλλὰ μὴν καὶ στρατηγοί," φησί, "φαίνονται παρ' ὑμῖν μηδὲν μαθόντες, μόνον δὲ χειροτονηθέντες." πρὸς τὸν εἰπόντα "πολλοί σε ἐπαινοῦσι," "τί γάρ," ἔφη, "κακὸν πεποίηκα;" στρέψαντος αὐτοῦ τὸ διερρωγὸς τοῦ τρίβωνος εἰς τὸ προφανές, Σωκράτης ἰδών φησιν, "ὁρῶ σου διὰ τοῦ τρίβωνος τὴν φιλοδοξίαν." ἐρωτηθεὶς ὑπό του, καθά φησι Φανίας ἐν τῷ Περὶ τῶν Σωκρατικῶν,(FHG II. 299)τί ποιῶν καλὸς κἀγαθὸς ἔσοιτο, ἔφη, "εἰ τὰ κακὰ ἃ ἔχεις ὅτι φευκτά ἐστι μάθοις παρὰ τῶν εἰδότων." πρὸς τὸν ἐπαινοῦντα τρυφήν, "ἐχθρῶν παῖδες," ἔφη, "τρυφήσειαν." [8] Συνεβούλευεν Ἀθηναίοις τοὺς ὄνους ἵππους ψηφίσασθαι˙ ἄλογον δὲ ἡγουμένων, " Ἀλλὰ μὴν καὶ στρατηγοί," φησί, "γίνονταί ποθ' ὑμῖν μηδὲν μαθόντες, μόνον δὲ [37915] χειροτονηθέντες." πρὸς τὸν εἰπόντα "Πολλοί σε ἐπαινοῦσι," "Τί γάρ," ἔφη, "κακὸν πεποίηκα;" Στρέψαντος αὐτοῦ τὸ διερρωγὸς τοῦ τρίβωνος εἰς τὸ προφανές, Σωκράτης [3801] ἰδών φησιν, " Ὁρῶ σου διὰ τοῦ τρίβωνος τὴν φιλοδοξίαν."
Ἐρωτηθεὶς ὑπό του, καθά φησι Φανίας ἐν τῷ Περὶ τῶν Σωκρατικῶν (FHG II. 299), τί ποιῶν καλὸς κἀγαθὸς ἔσοιτο, ἔφη˙ "Εἰ τὰ κακὰ ἃ ἔχεις ὅτι φευκτά ἐστι μάθοις παρὰ τῶν
[3805] εἰδότων." Πρὸς τὸν ἐπαινοῦντα τρυφήν, " Ἐχθρῶν παῖδες," ἔφη, "τρυφήσειαν."