[72] Πάντα τῶν σοφῶν εἶναι λέγων καὶ τοιούτους λόγους ἐρωτῶν οἵους ἄνω προειρήκαμεν˙ πάντα τῶν θεῶν ἐστι˙ φίλοι δὲ τοῖς σοφοῖς οἱ θεοί˙ κοινὰ δὲ τὰ τῶν φίλων˙ πάντα ἄρα τῶν σοφῶν. περί τε τοῦ νόμου ὅτι χωρὶς αὐτοῦ οὐχ οἷόν τε πολιτεύεσθαι˙ οὐ γάρ φησιν ἄνευ πόλεως ὄφελός τι εἶναι ἀστείου˙ ἀστεῖον δὲ ἡ πόλις˙ νόμου δὲ ἄνευ πόλεως οὐδὲν ὄφελος˙ ἀστεῖον ἄρα ὁ νόμος. εὐγενείας δὲ καὶ δόξας καὶ τὰ τοιαῦτα πάντα διέπαιζε, προκοσμήματα κακίας εἶναι λέγων˙ μόνην τε ὀρθὴν πολιτείαν εἶναι τὴν ἐν κόσμῳ. ἔλεγε δὲ καὶ κοινὰς εἶναι δεῖν τὰς γυναῖκας, γάμον μηδὲ ὀνομάζων, ἀλλὰ τὸν πείσαντα τῇ πεισθείσῃ συνεῖναι˙ κοινοὺς δὲ διὰ τοῦτο καὶ τοὺς υἱέας. [72] Πάντα τῶν σοφῶν εἶναι λέγων καὶ τοιούτους λόγους ἐρωτῶν οἵους ἄνω προειρήκαμεν˙ πάντα τῶν θεῶν ἐστι˙ φίλοι δὲ τοῖς σοφοῖς οἱ θεοί˙ κοινὰ δὲ τὰ τῶν φίλων˙ πάντα ἄρα τῶν σοφῶν. περί τε τοῦ νόμου ὅτι χωρὶς αὐτοῦ οὐχ οἷόν τε πολιτεύεσθαι˙ οὐ γάρ φησιν ἄνευ πόλεως ὄφελός τι εἶναι ἀστείου˙ ἀστεῖον δὲ ἡ πόλις˙ νόμου δὲ ἄνευ πόλεως οὐδὲν ὄφελος˙ ἀστεῖον ἄρα ὁ νόμος. εὐγενείας δὲ καὶ δόξας καὶ τὰ τοιαῦτα πάντα διέπαιζε, προκοσμήματα κακίας εἶναι λέγων˙ μόνην τε ὀρθὴν πολιτείαν εἶναι τὴν ἐν κόσμῳ. ἔλεγε δὲ καὶ κοινὰς εἶναι δεῖν τὰς γυναῖκας, γάμον μηδένα νομίζων, ἀλλὰ τὸν πείσαντα τῇ πεισθείσῃ συνεῖναι˙ κοινοὺς δὲ διὰ τοῦτο καὶ τοὺς υἱέας. [72] [42010] Πάντα τῶν σοφῶν εἶναι λέγων καὶ τοιούτους λόγους ἐρωτῶν οἵους ἄνω προειρήκαμεν˙ Πάντα τῶν θεῶν ἐστι˙ φίλοι δὲ τοῖς σοφοῖς οἱ θεοί˙ κοινὰ δὲ τὰ τῶν φίλων˙ πάντα ἄρα τῶν σοφῶν. Περί τε τοῦ νόμου ὅτι χωρὶς αὐτοῦ οὐχ οἷόν τε πολιτεύεσθαι˙ οὐ γάρ φησιν ἄνευ πόλεως [42015] ὄφελός τι εἶναι ἀστείου˙ ἀστεῖον δὲ ἡ πόλις˙ νόμου δὲ ἄνευ πόλεως οὐδὲν ὄφελος˙ ἀστεῖον ἄρα ὁ νόμος. Εὐγενείας δὲ καὶ δόξας καὶ τὰ τοιαῦτα πάντα διέπαιζε, προκοσμήματα κακίας εἶναι λέγων˙ μόνην τε ὀρθὴν πολιτείαν εἶναι τὴν ἐν κόσμῳ. Ἔλεγε δὲ καὶ κοινὰς εἶναι δεῖν τὰς [42020] γυναῖκας, γάμον μηδὲν νομίζων, ἀλλὰ τὸν πείσαντα τῇ πεισθείσῃ συνεῖναι˙ κοινοὺς δὲ διὰ τοῦτο καὶ τοὺς υἱέας.