[72] Οὐ μὴν ἀλλὰ καὶ Ξενοφάνης καὶ Ζήνων ὁ Ἐλεάτης καὶ Δημόκριτος κατ' αὐτοὺς σκεπτικοὶ τυγχάνουσιν˙ ἐν οἷς Ξενοφάνης μέν φησι˙ (DK 21 B 34. 1 sq.)

καὶ τὸ μὲν οὖν σαφὲς οὔτις ἀνὴρ ἴδεν οὐδέ τις ἔσται εἰδώς.

Ζήνων (DK 29 B 4) δὲ τὴν κίνησιν ἀναιρεῖ λέγων, "τὸ κινούμενον οὔτ' ἐν ᾧ ἐστι τόπῳ κινεῖται οὔτ' ἐν ᾧ μὴ ἔστι"˙ Δημόκριτος (DK 68 B 117 et 125) δὲ τὰς ποιότητας ἐκβάλλων, ἵνα φησί, "νόμῳ θερμόν, νόμῳ ψυχρόν, ἐτεῇ δὲ ἄτομα καὶ κενόν"˙ καὶ πάλιν, "ἐτεῇ δὲ οὐδὲν ἴδμεν˙ ἐν βυθῷ γὰρ ἡ ἀλήθεια." καὶ Πλάτωνα τὸ μὲν ἀληθὲς θεοῖς τε καὶ θεῶν παισὶν ἐκχωρεῖν, τὸν δ' εἰκότα λόγον ζητεῖν. καὶ Εὐριπίδην λέγειν˙ (N 2, fg. 638)

[72] Οὐ μὴν ἀλλὰ καὶ Ξενοφάνης καὶ Ζήνων ὁ Ἐλεάτης καὶ Δημόκριτος κατ' αὐτοὺς σκεπτικοὶ τυγχάνουσιν˙ ἐν οἷς Ξενοφάνης μέν φησι˙

καὶ τὸ μὲν οὖν σαφὲς οὔτις ἀνὴρ ἴδεν οὐδέ τις ἔσται εἰδώς.

Ζήνων δὲ τὴν κίνησιν ἀναιρεῖ λέγων, "τὸ κινούμενον οὔτ' ἐν ᾧ ἐστι τόπῳ κινεῖται οὔτ' ἐν ᾧ μὴ ἔστι"˙ Δημόκριτος δὲ τὰς ποιότητας ἐκβάλλων, ἵνα φησί, "νόμῳ θερμόν, νόμῳ ψυχρόν, ἐτεῇ δὲ ἄτομα καὶ κενόν"˙ καὶ πάλιν, "ἐτεῇ δὲ οὐδὲν ἴδμεν˙ ἐν βυθῷ γὰρ ἡ ἀλήθεια." καὶ Πλάτωνα τὸ μὲν ἀληθὲς θεοῖς τε καὶ θεῶν παισὶν ἐκχωρεῖν, τὸν δ' εἰκότα λόγον ζητεῖν. καὶ Εὐριπίδην λέγειν˙

[72] Οὐ μὴν ἀλλὰ καὶ Ξενοφάνης καὶ Ζήνων ὁ Ἐλεάτης καὶ [6835] Δημόκριτος κατ' αὐτοὺς σκεπτικοὶ τυγχάνουσιν˙ ἐν οἷς Ξενοφάνης μέν φησι˙

Καὶ τὸ μὲν οὖν σαφὲς οὔτις ἀνὴρ ἴδεν οὐδέ τις ἔσται
εἰδώς.

Ζήνων δὲ τὴν κίνησιν ἀναιρεῖ λέγων˙ "Τὸ κινούμενον [68310] οὔτε ἐν ᾧ ἐστι τόπῳ κινεῖται οὔτε ἐν ᾧ μὴ ἔστι"˙ Δημόκριτος δὲ τὰς ποιότητας ἐκβάλλων, ἵνα φησί˙"Νόμῳ θερμόν, νόμῳ ψυχρόν, ἐτεῇ δὲ ἄτομα καὶ κενόν"˙ καὶ πάλιν˙ " Ἐτεῇ δὲ οὐδὲν ἴδμεν˙ ἐν βυθῷ γὰρ ἡ ἀλήθεια." [6841] καὶ Πλάτωνα τὸ μὲν ἀληθὲς θεοῖς τε καὶ θεῶν παισὶν ἐκχωρεῖν, τὸν δ' εἰκότα λόγον ζητεῖν. Καὶ Εὐριπίδην λέγειν˙