[72] συμπεπλεγμένον δέ ἐστιν ἀξίωμα ὃ ὑπό τινων συμπλεκτικῶν συνδέσμων συμπέπλεκται, οἷον "καὶ ἡμέρα ἐστὶ καὶ φῶς ἐστι." διεζευγμένον δέ ἐστιν ὃ ὑπὸ τοῦ "ἤτοι" διαζευκτικοῦ συνδέσμου διέζευκται, οἷον "ἤτοι ἡμέρα ἐστὶν ἢ νύξ ἐστιν." ἐπαγγέλλεται δ' ὁ σύνδεσμος οὗτος τὸ ἕτερον τῶν ἀξιωμάτων ψεῦδος εἶναι. αἰτιῶδες δέ ἐστιν ἀξίωμα τὸ συντασσόμενον διὰ τοῦ "διότι," οἷον "διότι ἡμέρα ἐστί, φῶς ἐστιν"˙ οἱονεὶ γὰρ αἴτιόν ἐστι τὸ πρῶτον τοῦ δευτέρου. διασαφοῦν δὲ τὸ μᾶλλον ἀξίωμά ἐστι τὸ συνταττόμενον ὑπὸ τοῦ διασαφοῦντος τὸ μᾶλλον συνδέσμου καὶ τοῦ 〈""〉 μέσου τῶν ἀξιωμάτων τασσομένου, οἷον "μᾶλλον ἡμέρα ἐστὶν ἢ νύξ ἐστι." [72] συμπεπλεγμένον δέ ἐστιν ἀξίωμα ὃ ὑπό τινων συμπλεκτικῶν συνδέσμων συμπέπλεκται, οἷον "καὶ ἡμέρα ἐστὶ καὶ φῶς ἐστι." διεζευγμένον δέ ἐστιν ὃ ὑπὸ τοῦ "ἤτοι" διαζευκτικοῦ συνδέσμου διέζευκται, οἷον "ἤτοι ἡμέρα ἐστὶν ἢ νύξ ἐστιν." ἐπαγγέλλεται δ' ὁ σύνδεσμος οὗτος τὸ ἕτερον τῶν ἀξιωμάτων ψεῦδος εἶναι. αἰτιῶδες δέ ἐστιν ἀξίωμα τὸ συντασσόμενον διὰ τοῦ "διότι," οἷον "διότι ἡμέρα ἐστί, φῶς ἐστιν"˙ οἱονεὶ γὰρ αἴτιόν ἐστι τὸ πρῶτον τοῦ δευτέρου. διασαφοῦν δὲ τὸ μᾶλλον ἀξίωμά ἐστι τὸ συνταττόμενον ὑπὸ τοῦ διασαφοῦντος τὸ μᾶλλον συνδέσμου καὶ τοῦ 〈""〉 μέσου τῶν ἀξιωμάτων τασσομένου, οἷον "μᾶλλον ἡμέρα ἐστὶν ἢ νύξ ἐστι." [72] Συμπεπλεγμένον δέ ἐστιν ἀξίωμα ὃ ὑπό τινων συμπλεκτικῶν συνδέσμων συμπέπλεκται, οἷον Καὶ ἡμέρα ἐστὶ καὶ φῶς ἐστι. Διεζευγμένον δέ ἐστιν ὃ ὑπὸ τοῦ ἤτοι διαζευκτικοῦ συνδέσμου διέζευκται, [48720] οἷον Ἤτοι ἡμέρα ἐστὶν ἢ νύξ ἐστιν. Ἐπαγγέλλεται δὲ ὁ σύνδεσμος οὗτος τὸ ἕτερον τῶν ἀξιωμάτων ψεῦδος εἶναι. Αἰτιῶδες δέ ἐστιν ἀξίωμα τὸ συντασσόμενον διὰ τοῦ διότι 〈συνδέσμου〉, οἷον Διότι ἐστὶν ἡμέρα, φῶς ἐστιν˙ [4881] οἱονεὶ γὰρ αἴτιόν ἐστι τὸ πρῶτον τοῦ δευτέρου. Διασαφοῦν δὲ τὸ μᾶλλον ἀξίωμά ἐστι τὸ συνταττόμενον ὑπὸ τοῦ διασαφοῦντος [τὸ] μᾶλλον συνδέσμου καὶ τοῦ 〈ἤ〉 μέσου τῶν ἀξιωμάτων τασσομένου, οἷον Μᾶλλον ἡμέρα [4885] ἐστὶν ἢ νύξ ἐστι.