[73] Συνεστάναι δὲ τὸν κόσμον ἐκ πυρός, ὕδατος, ἀέρος, γῆς. ἐκ πυρὸς μέν, ὅπως ὁρατὸς ᾖ˙ ἐκ γῆς δέ, ὅπως στερεός˙ ἐξ ὕδατος δὲ καὶ ἀέρος, ὅπως ἀνάλογος - αἱ γὰρ τῶν στερεῶν δυνάμεις δύο μεσότησιν ἀναλογοῦσιν ὡς ἓν γενέσθαι τὸ πᾶν - ἐξ ἁπάντων δέ, ἵνα τέλειος καὶ ἄφθαρτος ᾖ.
Χρόνον τε γενέσθαι εἰκόνα τοῦ ἀιδίου. κἀκεῖνον μὲν ἀεὶ μένειν, τὴν δὲ τοῦ οὐρανοῦ φορὰν χρόνον εἶναι˙ καὶ γὰρ νύκτα καὶ ἡμέραν καὶ μῆνα καὶ τὰ τοιαῦτα πάντα χρόνου μέρη εἶναι. διόπερ ἄνευ τῆς τοῦ κόσμου φύσεως οὐκ εἶναι χρόνον˙ ἅμα γὰρ ὑπάρχειν αὐτῷ καὶ χρόνον εἶναι.
[73] Συνεστάναι δὲ τὸν κόσμον ἐκ πυρός, ὕδατος, ἀέρος, γῆς. ἐκ πυρὸς μέν, ὅπως ὁρατὸς ᾖ˙ ἐκ γῆς δέ, ὅπως στερεός˙ ἐξ ὕδατος δὲ καὶ ἀέρος, ὅπως ἀνάλογος - αἱ γὰρ τῶν στερεῶν δυνάμεις δύο μεσότησιν ἀναλογοῦσιν ὡς ἓν γενέσθαι τὸ πᾶν - ἐξ ἁπάντων δέ, ἵνα τέλειος καὶ ἄφθαρτος ᾖ.
Χρόνον τε γενέσθαι εἰκόνα τοῦ ἀϊδίου. κἀκεῖνον μὲν ἀεὶ μένειν, τὴν δὲ τοῦ οὐρανοῦ φορὰν χρόνον εἶναι˙ καὶ γὰρ νύκτα καὶ ἡμέραν καὶ μῆνα καὶ τὰ τοιαῦτα πάντα χρόνου μέρη εἶναι. διόπερ ἄνευ τῆς τοῦ κόσμου φύσεως οὐκ εἶναι χρόνον˙ ἅμα γὰρ ὑπάρχειν αὐτῷ καὶ χρόνον εἶναι.
[73] [23510] Συνεστάναι δὲ τὸν κόσμον ἐκ πυρός, ὕδατος, ἀέρος, γῆς. Ἐκ πυρὸς μέν, ὅπως ὁρατὸς ᾖ˙ ἐκ γῆς δέ, ὅπως στερεός˙ ἐξ ὕδατος δὲ καὶ ἀέρος, ὅπως ἀνάλογος (αἱ γὰρ τῶν στερεῶν δυνάμεις δύο μεσότησιν ἀναλογοῦσιν ὡς ἓν γενέσθαι τὸ πᾶν), ἐξ ἁπάντων δέ, ἵνα τέλειος καὶ ἄφθαρτος [23515] ᾖ.
Χρόνον τε γενέσθαι εἰκόνα τοῦ ἀϊδίου 〈αἰῶνος〉. κἀκεῖνον μὲν ἀεὶ μένειν, τὴν δὲ τοῦ οὐρανοῦ φορὰν χρόνον εἶναι˙ καὶ γὰρ νύκτα καὶ ἡμέραν καὶ μῆνα καὶ τὰ τοιαῦτα
[2361] πάντα χρόνου μέρη εἶναι. Διόπερ ἄνευ τῆς τοῦ κόσμου φύσεως οὐκ εἶναι χρόνον˙ ἅμα γὰρ 〈τὸ〉 ὑπάρχειν αὐτὸν καὶ χρόνον εἶναι.