[73] τίς δ' οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν,
τὸ κατθανεῖν δὲ ζῆν νομίζεται βροτοῖς;

ἀλλὰ καὶ Ἐμπεδοκλέα˙ (DK 31 B. 2. 7 sq.)

οὕτως οὔτ' ἐπιδερκτὰ τάδ' ἀνδράσιν οὔτ' ἐπακουστὰ
οὔτε νόῳ περιληπτά˙

καὶ ἐπάνω (DK 31 B 2. 5),

αὐτὸ μόνον πεισθέντες ὅτῳ προσέκυρσεν ἕκαστος˙

ἔτι μὴν Ἡράκλειτον, "μὴ εἰκῆ περὶ τῶν μεγίστων συμβαλλώμεθα" (DK 22 B 47) καὶ Ἱπποκράτην ἔπειτα ἐνδοιαστῶς καὶ ἀνθρωπίνως ἀποφαίνεσθαι˙ καὶ πρὶν Ὅμηρον (Il. Υ 24850),

στρεπτὴ δὲ γλῶσσ' ἐστὶ βροτῶν, πολέες δ' ἔνι μῦθοι˙

καὶ

ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα˙

καὶ

ὁπποῖόν κ' εἴπῃσθα ἔπος, τοῖόν κ' ἐπακούσαις˙
τὴν ἰσοσθένειαν λέγων καὶ ἀντίθεσιν τῶν λόγων.

[73] τίς δ' οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν,
τὸ κατθανεῖν δὲ ζῆν νομίζεται βροτοῖς;

ἀλλὰ καὶ Ἐμπεδοκλέα˙

οὕτως οὔτ' ἐπιδερκτὰ τάδ' ἀνδράσιν οὔτ' ἐπακουστὰ
οὔτε νόῳ περιληπτά˙

καὶ ἐπάνω,

αὐτὸ μόνον πεισθέντες ὅτῳ προσέκυρσεν ἕκαστος˙

ἔτι μὴν Ἡράκλειτον, "μὴ εἰκῆ περὶ τῶν μεγίστων συμβαλλώμεθα" καὶ Ἱπποκράτην [ἔπειτα] ἐνδοιαστῶς καὶ ἀνθρωπίνως ἀποφαίνεσθαι˙ καὶ πρὶν Ὅμηρον,

στρεπτὴ δὲ γλῶσσ' ἐστὶ βροτῶν, πολέες δ' ἔνι μῦθοι˙

καὶ

ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα˙

καὶ

ὁπποῖόν κ' εἴπῃσθα ἔπος, τοῖόν κ' ἐπακούσαις˙
τὴν ἰσοσθένειαν λέγων καὶ ἀντίθεσιν τῶν λόγων.

[73] Τίς δ' οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν,
[6845] τὸ κατθανεῖν δὲ ζῆν νομίζεται βροτοῖς;

Ἀλλὰ καὶ Ἐμπεδοκλέα˙

οὕτως οὔτ' ἐπιδερκτὰ τάδ' ἀνδράσιν οὔτ' ἐπακουστὰ
οὔτε νόῳ περιληπτά˙

Καὶ ἐπάνω˙

[68410] αὐτὸ μόνον πεισθέντες, ὅτῳ προσέκυρσεν ἕκαστος.

Ἔτι μὴν Ἡράκλειτον˙ "Μὴ εἰκῆ περὶ τῶν μεγίστων συμβαλλώμεθα." Καὶ Ἱπποκράτην ἔστιν ἃ ἐνδοιαστῶς καὶ ἀνθρωπίνως ἀποφαίνεσθαι. Καὶ πρὶν Ὅμηρον˙

Στρεπτὴ δὲ γλῶσσ' ἐστὶ βροτῶν, πολέες δ' ἔνι μῦθοι˙

[68415] καὶ

ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα˙

[6851] καὶ

ὁπποῖόν κ' εἴπῃσθα ἔπος, τοῖόν κ' ἐπακούσαις,

τὴν ἰσοσθένειαν λέγων καὶ ἀντίθεσιν τῶν λόγων.