[73] Ἀναγκαζόμενός ποτε ὑπὸ Διονυσίου εἰπεῖν τι τῶν ἐκ φιλοσοφίας, "γελοῖον," ἔφη, "εἰ τὸ λέγειν μὲν παρ' ἐμοῦ πυνθάνῃ, τὸ δὲ πότε δεῖ λέγειν σύ με διδάσκεις." ἐπὶ τούτῳ δὴ διαγανακτήσαντα τὸν Διονύσιον ἔσχατον αὐτὸν κατακλῖναι˙ καὶ τόν, "ἐνδοξότερον," φάναι, "τὸν τόπον ἠθέλησας ποιῆσαι." αὐχοῦντός τινος ἐπὶ τῷ κολυμβᾶν, "οὐκ αἰσχύνῃ," εἶπεν, "ἐπὶ δελφῖνος ἔργοις ἀλαζονευόμενος;" ἐρωτηθείς ποτε τίνι διαφέρει ὁ σοφὸς τοῦ μὴ σοφοῦ, ἔφη, "εἰς ἀγνῶτας τοὺς δύο γυμνοὺς ἀπόστειλον καὶ εἴσῃ." αὐχοῦντός τινος ἐπὶ τῷ πολλὰ πίνειν καὶ μὴ μεθύσκεσθαι, "τοῦτο καὶ ἡμίονος," φησί. [73] Ἀναγκαζόμενός ποτε ὑπὸ Διονυσίου εἰπεῖν τι τῶν ἐκ φιλοσοφίας, "γελοῖον," ἔφη, "εἰ τὸ λέγειν μὲν παρ' ἐμοῦ μανθάνεις, τὸ δὲ πότε δεῖ λέγειν σύ με διδάσκεις." ἐπὶ τούτῳ δὴ διαγανακτήσαντα τὸν Διονύσιον ἔσχατον αὐτὸν κατακλῖναι˙ καὶ τόν, "ἐνδοξότερον," φάναι, "τὸν τόπον ἠθέλησας ποιῆσαι." αὐχοῦντός τινος ἐπὶ τῷ κολυμβᾶν, "οὐκ αἰσχύνῃ," εἶπεν, "ἐπὶ δελφῖνος ἔργοις ἀλαζονευόμενος;" ἐρωτηθείς ποτε τίνι διαφέρει ὁ σοφὸς τοῦ μὴ σοφοῦ, ἔφη, "εἰς ἀγνῶτας τοὺς δύο γυμνοὺς ἀπόστειλον καὶ εἴσῃ." αὐχοῦντός τινος ἐπὶ τῷ πολλὰ πίνειν καὶ μὴ μεθύσκεσθαι, "τοῦτο καὶ ἡμίονος," φησί. [73] [1425] Ἀναγκαζόμενός ποτε ὑπὸ Διονυσίου εἰπεῖν τι τῶν ἐκ φιλοσοφίας, "Γελοῖον," ἔφη, "εἰ τὸ λέγειν μὲν παρ' ἐμοῦ πυνθάνῃ, τὸ δὲ πότε δεῖ λέγειν σύ με διδάσκεις." Ἐπὶ τούτῳ διαγανακτήσαντα τὸν Διονύσιον ἔσχατον αὐτὸν κατακλῖναι˙ καὶ τόν, " Ἐνδοξότερον," φάναι, "τὸν τόπον [14210] ἠθέλησας ποιῆσαι." Αὐχοῦντός τινος ἐπὶ τῷ κολυμβᾶν, "Οὐκ αἰσχύνῃ," εἶπεν, "ἐπὶ δελφῖνος ἔργοις ἀλαζονευόμενος;" Ἐρωτηθεὶς ποτε τίνι διαφέρει ὁ σοφὸς τοῦ μὴ σοφοῦ, ἔφη˙ "Εἰς ἀγνῶτας τοὺς δύο γυμνοὺς ἀπόστειλον καὶ εἴσῃ." Αὐχοῦντός τινος ἐπὶ τῷ πολλὰ πίνειν καὶ μὴ [14215] μεθύσκεσθαι, "Τοῦτο καὶ ἡμίονος," φησί.