[73] διασαφοῦν δὲ τὸ ἧττον ἀξίωμά ἐστι τὸ ἐναντίον τῷ προκειμένῳ, οἷον "ἧττον νύξ ἐστιν ἢ ἡμέρα ἐστίν." ἔτι τῶν ἀξιωμάτων κατά τ' ἀλήθειαν καὶ ψεῦδος ἀντικείμενα ἀλλήλοις ἐστίν, ὧν τὸ ἕτερον τοῦ ἑτέρου ἐστὶν ἀποφατικόν, οἷον τὸ "ἡμέρα ἐστί" καὶ τὸ "οὐχ ἡμέρα ἐστί." συνημμένον οὖν ἀληθές ἐστιν οὗ τὸ ἀντικείμενον τοῦ λήγοντος μάχεται τῷ ἡγουμένῳ, οἷον "εἰ ἡμέρα ἐστί, φῶς ἐστι." τοῦτ' ἀληθές ἐστι˙ τὸ γὰρ "οὐχὶ φῶς," ἀντικείμενον τῷ λήγοντι, μάχεται τῷ "ἡμέρα ἐστί." συνημμένον δὲ ψεῦδός ἐστιν οὗ τὸ ἀντικείμενον τοῦ λήγοντος οὐ μάχεται τῷ ἡγουμένῳ, οἷον "εἰ ἡμέρα ἐστί, Δίων περιπατεῖ τὸ γὰρ "οὐχὶ Δίων περιπατεῖ" οὐ μάχεται τῷ "ἡμέρα ἐστί." [73] διασαφοῦν δὲ τὸ ἧττον ἀξίωμά ἐστι τὸ ἐναντίον τῷ προκειμένῳ, οἷον "ἧττον νύξ ἐστιν ἢ ἡμέρα ἐστίν." ἔτι τῶν ἀξιωμάτων κατά τ' ἀλήθειαν καὶ ψεῦδος ἀντικείμενα ἀλλήλοις ἐστίν, ὧν τὸ ἕτερον τοῦ ἑτέρου ἐστὶν ἀποφατικόν, οἷον τὸ "ἡμέρα ἐστί" καὶ τὸ "οὐχ ἡμέρα ἐστί." συνημμένον οὖν ἀληθές ἐστιν οὗ τὸ ἀντικείμενον τοῦ λήγοντος μάχεται τῷ ἡγουμένῳ, οἷον "εἰ ἡμέρα ἐστί, φῶς ἐστι." τοῦτ' ἀληθές ἐστι˙ τὸ γὰρ "οὐχὶ φῶς," ἀντικείμενον τῷ λήγοντι, μάχεται τῷ "ἡμέρα ἐστί." συνημμένον δὲ ψεῦδός ἐστιν οὗ τὸ ἀντικείμενον τοῦ λήγοντος οὐ μάχεται τῷ ἡγουμένῳ, οἷον "εἰ ἡμέρα ἐστί, Δίων περιπατεῖ"˙ τὸ γὰρ "οὐχὶ Δίων περιπατεῖ" οὐ μάχεται τῷ "ἡμέρα ἐστί." [73] Διασαφοῦν δὲ τὸ ἧττον ἀξίωμά ἐστι τὸ ἐναντίον τῷ προκειμένῳ, οἷον Ἧττον νύξ ἐστιν ἢ ἡμέρα ἐστίν.
Ἔτι τῶν ἀξιωμάτων κατά τε ἀλήθειαν καὶ ψεῦδος ἀντικείμενα ἀλλήλοις ἐστίν, ὧν τὸ ἕτερον τοῦ ἑτέρου ἐστὶν
[48810] ἀποφατικόν, οἷον τὸ Ἡμέρα ἐστί καὶ τὸ Οὐχὶ ἡμέρα ἐστί. Συνημμένον οὖν ἀληθές ἐστιν οὗ τὸ ἀντικείμενον τοῦ λήγοντος μάχεται τῷ ἡγουμένῳ, οἷον Εἰ ἡμέρα ἐστί, φῶς ἐστι. Τοῦτο ἀληθές ἐστι˙ τὸ γὰρ Οὐχὶ φῶς 〈ἐστι〉, ἀντικείμενον 〈ὂν〉 τῷ λήγοντι, μάχεται τῷ Ἡμέρα ἐστί. Συνημμένον [48815] δὲ ψεῦδός ἐστιν οὗ τὸ ἀντικείμενον τοῦ λήγοντος οὐ μάχεται τῷ ἡγουμένῳ, οἷον Εἰ ἡμέρα ἐστί, Δίων περιπατεῖ˙ τὸ γὰρ Οὐχὶ Δίων περιπατεῖ οὐ μάχεται τῷ Ἡμέρα ἐστί.