[74] Πρὸς δὲ χρόνου γένεσιν ἥλιον καὶ σελήνην καὶ τὰ πλανώμενα γενέσθαι. ὅπως δὲ διάδηλος τῶν ὡρῶν ᾖ ἀριθμὸς καὶ μετάσχοι τὰ ζῷα ἀριθμοῦ, τὸ τοῦ ἡλίου φῶς ἀνάψαι τὸν θεόν. εἶναι δὲ ἐν μὲν τῷ ὑπὲρ γῆς κύκλῳ σελήνην, ἐν δὲ τῷ ἐπεχομένῳ ἥλιον, ἐν δὲ τοῖς ἐπάνω τοὺς πλανήτας. ἔμψυχον δὲ πάντως διὰ τὸ ἐμψύχῳ φορᾷ δεδέσθαι. ἵνα δὲ ὁ κόσμος τελειωθῇ γενόμενος ὁμοίως τῷ νοητῷ ζῴῳ, τὴν τῶν ἄλλων ζῴων γενέσθαι φύσιν. ἐπεὶ οὖν ἐκεῖνο εἶχε, καὶ τὸν οὐρανὸν δεῖν ἔχειν. θεοὺς μὲν οὖν ἔχειν τὸ πολὺ πυρίνους˙ εἶναι δὲ τρία γένη τἆλλα, πτηνόν, ἔνυδρον, πεζόν. [74] Πρὸς δὲ χρόνου γένεσιν ἥλιον καὶ σελήνην καὶ τὰ πλανώμενα γενέσθαι. ὅπως δὲ διάδηλος τῶν ὡρῶν ᾖ ἀριθμὸς καὶ μετάσχοι τὰ ζῷα ἀριθμοῦ, τὸ τοῦ ἡλίου φῶς ἀνάψαι τὸν θεόν. εἶναι δὲ ἐν μὲν τῷ ὑπὲρ γῆς κύκλῳ σελήνην, ἐν δὲ τῷ ἐπεχομένῳ ἥλιον, ἐν δὲ τοῖς ἐπάνω τοὺς πλανήτας. ἔμψυχον δὲ πάντως διὰ τὸ ἐμψύχῳ φορᾷ δεδέσθαι. ἵνα δὲ ὁ κόσμος τελειωθῇ γενόμενος ὁμοίως τῷ νοητῷ ζῴῳ, τὴν τῶν ἄλλων ζῴων γενέσθαι φύσιν. ἐπεὶ οὖν ἐκεῖνο εἶχε, καὶ τὸν οὐρανὸν δεῖν ἔχειν. θεοὺς μὲν οὖν ἔχειν τὸ πολὺ πυρίνους˙ εἶναι δὲ τρία γένη τἆλλα, πτηνόν, ἔνυδρον, πεζόν. [74] Πρὸς δὲ χρόνου γένεσιν ἥλιον καὶ σελήνην καὶ τὰ [2365] πλανώμενα γενέσθαι. Ὅπως δὲ διάδηλος τῶν ὡρῶν ᾖ ἀριθμὸς καὶ μετάσχοι τὰ ζῷα ἀριθμοῦ, τὸ τοῦ ἡλίου φῶς ἀνάψαι τὸν θεόν. Εἶναι δὲ ἐν μὲν τῷ ὑπὲρ γῆς κύκλῳ σελήνην, ἐν δὲ τῷ ἐπεχομένῳ ἥλιον, ἐν δὲ τοῖς ἐπάνω τοὺς πλανήτας˙ ἔμψυχον δὲ πάντως διὰ τὸ ἐμψύχῳ φορᾷ [23610] δεδέσθαι. Ἵνα δὲ ὁ κόσμος τελειωθῇ γενόμενος ὁμοίος τῷ νοητῷ ζῴῳ, τὴν τῶν ἄλλων ζῴων γενέσθαι φύσιν. Ἐπεὶ οὖν ἐκεῖνο εἶχε, καὶ τὸν οὐρανὸν δεῖν ἔχειν. Θεοὺς μὲν οὖν ἔχειν τὸ πολὺ πυρίνους˙ εἶναι δὲ τρία γένη τἆλλα, πτηνόν, ἔνυδρον, πεζόν.