[74] Πρὸς τὸν αἰτιώμενον ὅτι ἑταίρᾳ συνοικεῖ, "ἆρά γε," εἰπεῖν, "μή τι διενέγκαι 〈ἂν〉 οἰκίαν λαβεῖν ἐν ᾗ πολλοί ποτε ᾤκησαν ἢ μηδείς;" εἰπόντος δὲ οὔ, "τί δὲ πλεῦσαι ἐν νηῒ ᾗ μυρίοι ποτὲ ἐνέπλευσαν ἢ μηδείς;" "οὐδαμῶς." "οὐδ' ἄρα γυναικί," ἔφη, "συνεῖναι ᾗ πολλοὶ κέχρηνται ἢ μηδείς." πρὸς τὸν αἰτιώμενον ὅτι Σωκράτους μαθητὴς ὢν ἀργύριον λαμβάνει, "καὶ μάλα," εἶπε˙ "καὶ γὰρ Σωκράτης, πεμπόντων αὐτῷ τινων καὶ σῖτον καὶ οἶνον, ὀλίγα λαμβάνων τὰ λοιπὰ ἀπέπεμπεν˙ εἶχε γὰρ ταμίας τοὺς πρώτους Ἀθηναίων, ἐγὼ δ' Εὐτυχίδην ἀργυρώνητον." ἐχρῆτο καὶ Λαΐδι τῇ ἑταίρᾳ, καθά φησι Σωτίων ἐν δευτέρῳ τῶν Διαδοχῶν. [74] Πρὸς τὸν αἰτιώμενον ὅτι ἑταίρᾳ συνοικεῖ, "ἆρά γε," εἶπε, "μή τι διενέγκαι 〈ἂν〉 οἰκίαν λαβεῖν ἐν ᾗ πολλοί ποτε ᾤκησαν ἢ μηδείς;" εἰπόντος δὲ οὔ, "τί δὲ πλεῦσαι ἐν νηῒ ᾗ μυρίοι ποτὲ ἐνέπλευσαν ἢ μηδείς;" "οὐδαμῶς." "οὐδ' ἄρα γυναικί," ἔφη, "συνεῖναι ᾗ πολλοὶ κέχρηνται ἢ μηδείς." πρὸς τὸν αἰτιώμενον ὅτι Σωκράτους μαθητὴς ὢν ἀργύριον λαμβάνει, "καὶ μάλα," εἶπε˙ "καὶ γὰρ Σωκράτης, πεμπόντων αὐτῷ τινων καὶ σῖτον καὶ οἶνον, ὀλίγα λαμβάνων τὰ λοιπὰ ἀπέπεμπεν˙ εἶχε γὰρ ταμίας τοὺς πρώτους Ἀθηναίων, ἐγὼ δ' Εὐτυχίδην ἀργυρώνητον." ἐχρῆτο καὶ Λαΐδι τῇ ἑταίρᾳ, καθά φησι Σωτίων ἐν δευτέρῳ τῶν Διαδοχῶν. [74] Πρὸς τὸν αἰτιώμενον ὅτι ἑταίρᾳ συνοικεῖ, " Ἆρά γε," εἰπε, "μή τι διενέγκαι 〈ἂν〉 οἰκίαν λαβεῖν ἐν ᾗ πολλοί ποτε [1431] ᾤκησαν ἢ μηδὲ εἷς;" Εἰπόντος δὲ οὔ, "Τί δὲ πλεῦσαι ἐν νηῒ ᾗ μυρίοι ποτὲ ἐνέπλευσαν ἢ μηδείς;" "Οὐδαμῶς." "Οὐδ' ἄρα γυναικί," ἔφη, "συνεῖναι ᾗ πολλοὶ κέχρηνται ἢ μηδείς." Πρὸς τὸν αἰτιώμενον ὅτι Σωκράτους μαθητὴς ὢν [1435] ἀργύριον λαμβάνει, "Καὶ μάλα," εἶπε˙ "καὶ γὰρ Σωκράτη, πεμπόντων τινῶν αὐτῷ καὶ σῖτον καὶ οἶνον, ὀλίγα λαμβάνοντα τὰ λοιπὰ ἀποπέμπειν˙ εἶχε γὰρ ταμίας τοὺς πρώτους Ἀθηναίων, ἐγὼ δὲ Εὐτυχίδην ἀργυρώνητον." Ἐχρῆτο καὶ Λαΐδι τῇ ἑταίρᾳ, καθά φησι Σωτίων ἐν [14310] δευτέρῳ τῶν Διαδοχῶν.