[74] Παρασυνημμένον δ' ἀληθὲς μέν ἐστιν ὃ ἀρχόμενον ἀπ' ἀληθοῦς εἰς ἀκόλουθον λήγει, οἷον "ἐπεὶ ἡμέρα ἐστίν, ἥλιός ἐστιν ὑπὲρ γῆς." ψεῦδος δ' ὃ ἢ ἀπὸ ψεύδους ἄρχεται ἢ μὴ εἰς ἀκόλουθον λήγει, οἷον "ἐπεὶ νύξ ἐστι, Δίων περιπατεῖ," ἂν ἡμέρας οὔσης λέγηται. αἰτιῶδες δ' ἀληθὲς μέν ἐστιν ὃ ἀρχόμενον ἀπ' ἀληθοῦς εἰς ἀκόλουθον λήγει, οὐ μὴν ἔχει τῷ λήγοντι τὸ ἀρχόμενον ἀκόλουθον, οἷον "διότι ἡμέρα ἐστί, φῶς ἐστι"˙ τῷ μὲν γὰρ "ἡμέρα ἐστίν" ἀκολουθεῖ τὸ "φῶς ἐστι," τῷ δὲ "φῶς ἐστιν" οὐχ ἕπεται τὸ "ἡμέρα ἐστίν." αἰτιῶδες δὲ ψεῦδός ἐστιν ὃ ἤτοι ἀπὸ ψεύδους ἄρχεται ἢ μὴ εἰς ἀκόλουθον λήγει ἢ ἔχει τῷ λήγοντι τὸ ἀρχόμενον ἀνακόλουθον, οἷον "διότι νύξ ἐστι, Δίων περιπατεῖ." [74] Παρασυνημμένον δ' ἀληθὲς μέν ἐστιν ὃ ἀρχόμενον ἀπ' ἀληθοῦς εἰς ἀκόλουθον λήγει, οἷον "ἐπεὶ ἡμέρα ἐστίν, ἥλιός ἐστιν ὑπὲρ γῆς." ψεῦδος δ' ἢ ἀπὸ ψεύδους ἄρχεται ἢ μὴ εἰς ἀκόλουθον λήγει, οἷον "ἐπεὶ νύξ ἐστι, Δίων περιπατεῖ," ἂν ἡμέρας οὔσης λέγηται. αἰτιῶδες δ' ἀληθὲς μέν ἐστιν ὃ ἀρχόμενον ἀπ' ἀληθοῦς εἰς ἀκόλουθον λήγει, οὐ μὴν ἔχει τῷ λήγοντι τὸ ἀρχόμενον ἀκόλουθον, οἷον "διότι ἡμέρα ἐστί, φῶς ἐστι"˙ τῷ μὲν γὰρ "ἡμέρα ἐστίν" ἀκολουθεῖ τὸ "φῶς ἐστι," τῷ δὲ "φῶς ἐστιν" οὐχ ἕπεται τὸ "ἡμέρα ἐστίν." αἰτιῶδες δὲ ψεῦδός ἐστιν ὃ ἤτοι ἀπὸ ψεύδους ἄρχεται ἢ μὴ εἰς ἀκόλουθον λήγει ἢ ἔχει τῷ λήγοντι τὸ ἀρχόμενον ἀνακόλουθον, οἷον "διότι νύξ ἐστι, Δίων περιπατεῖ." [74] Παρασυνημμένον δὲ ἀληθὲς μέν ἐστιν ὃ ἀρχόμενον [48820] ἀπὸ ἀληθοῦς εἰς ἀκόλουθον λήγει, οἷον Ἐπεὶ ἡμέρα ἐστίν, ἥλιός ἐστιν ὑπὲρ γῆς. Ψεῦδος δὲἢ ἀπὸ ψεύδους ἄρχεται ἢ μὴ εἰς ἀκόλουθον λήγει, οἷον Ἐπεὶ νύξ ἐστι, [4891] Δίων περιπατεῖ, ἂν ἡμέρας οὔσης λέγηται. Αἰτιῶδες δὲ ἀληθὲς μέν ἐστιν ὃ ἀρχόμενον ἀπ' ἀληθοῦς εἰς ἀκόλουθον λήγει, οὐ μὴν ἔχει τῷ λήγοντι τὸ ἀρχόμενον ἀκόλουθον, οἷον Διότι ἡμέρα ἐστί, φῶς ἐστι˙ τῷ [4895] μὲν γὰρ Ἡμέρα ἐστίν ἀκολουθεῖ τὸ Φῶς ἐστι, τῷ δὲ Φῶς ἐστιν οὐχ ἕπεται τὸ Ἡμέρα ἐστίν. Αἰτιῶδες δὲ ψεῦδός ἐστιν ὃ ἤτοι ἀπὸ ψεύδους ἄρχεται ἢ μὴ εἰς ἀκόλουθον λήγει ἢ ἔχει τῷ λήγοντι τὸ ἀρχόμενον ἀνακόλουθον, οἷον Διότι νύξ ἐστι, Δίων περιπατεῖ.