[75] πιθανὸν δέ ἐστιν ἀξίωμα τὸ ἄγον εἰς συγκατάθεσιν, οἷον "εἴ τίς τι ἔτεκεν, ἐκείνη ἐκείνου μήτηρ ἐστί." ψεῦδος δὲ τοῦτο˙ οὐ γὰρ ἡ ὄρνις ᾠοῦ ἐστι μήτηρ.
Ἔτι τε τὰ μέν ἐστι δυνατά, τὰ δ' ἀδύνατα˙ καὶ τὰ μὲν ἀναγκαῖα, τὰ δ' οὐκ ἀναγκαῖα. δυνατὸν μὲν τὸ ἐπιδεκτικὸν τοῦ ἀληθὲς εἶναι, τῶν ἐκτὸς μὴ ἐναντιουμένων εἰς τὸ ἀληθὲς εἶναι, οἷον "ζῇ Διοκλῆς"˙ ἀδύνατον δὲ ὃ μή ἐστιν ἐπιδεκτικὸν τοῦ ἀληθὲς εἶναι, οἷον "ἡ γῆ ἵπταται." ἀναγκαῖον δέ ἐστιν ὅπερ ἀληθὲς ὂν οὐκ ἔστιν ἐπιδεκτικὸν τοῦ ψεῦδος εἶναι, ἢ ἐπιδεκτικὸν μέν ἐστι, τὰ δ' ἐκτὸς αὐτῷ ἐναντιοῦται πρὸς τὸ ψεῦδος εἶναι, οἷον "ἡ ἀρετὴ ὠφελεῖ." οὐκ ἀναγκαῖον δέ ἐστιν ὃ καὶ ἀληθές ἐστιν καὶ ψεῦδος οἷόν τε εἶναι, τῶν ἐκτὸς μηδὲν ἐναντιουμένων, οἷον τὸ "περιπατεῖ Δίων."
[75] πιθανὸν δέ ἐστιν ἀξίωμα τὸ ἄγον εἰς συγκατάθεσιν, οἷον "εἴ τίς τι ἔτεκεν, ἐκείνη ἐκείνου μήτηρ ἐστί." ψεῦδος δὲ τοῦτο˙ οὐ γὰρ ἡ ὄρνις ᾠοῦ ἐστι μήτηρ.
Ἔτι τε τὰ μέν ἐστι δυνατά, τὰ δ' ἀδύνατα˙ καὶ τὰ μὲν ἀναγκαῖα, τὰ δ' οὐκ ἀναγκαῖα. δυνατὸν μὲν τὸ ἐπιδεκτικὸν τοῦ ἀληθὲς εἶναι, τῶν ἐκτὸς μὴ ἐναντιουμένων πρὸς τὸ ἀληθὲς εἶναι, οἷον "ζῇ Διοκλῆς"˙ ἀδύνατον δὲ ὃ μή ἐστιν ἐπιδεκτικὸν τοῦ ἀληθὲς εἶναι, οἷον "ἡ γῆ ἵπταται." ἀναγκαῖον δέ ἐστιν ὅπερ ἀληθὲς ὂν οὐκ ἔστιν ἐπιδεκτικὸν τοῦ ψεῦδος εἶναι, ἢ ἐπιδεκτικὸν μέν ἐστι, τὰ δ' ἐκτὸς αὐτῷ ἐναντιοῦται πρὸς τὸ ψεῦδος εἶναι, οἷον "ἡ ἀρετὴ ὠφελεῖ." οὐκ ἀναγκαῖον δέ ἐστιν ὃ καὶ ἀληθές ἐστιν καὶ ψεῦδος οἷόν τε εἶναι, τῶν ἐκτὸς μηδὲν ἐναντιουμένων, οἷον τὸ "περιπατεῖ Δίων."
[75] Πιθανὸν δέ ἐστιν ἀξίωμα [48910] τὸ ἄγον εἰς συγκατάθεσιν, οἷον Εἴ τίς τι ἔτεκεν, ἐκείνη ἐκείνου μήτηρ ἐστί. Ψεῦδος δὲ τοῦτο˙ οὐ γὰρ ἡ ὄρνις ᾠοῦ ἐστι μήτηρ.
Ἔτι τε 〈τῶν ἀξιωμάτων〉 τὰ μέν ἐστι δυνατά, τὰ δὲ ἀδύνατα˙ καὶ τὰ μὲν ἀναγκαῖα, τὰ δ' οὐκ ἀναγκαῖα. Δυνατὸν
[48915] μὲν τὸ ἐπιδεκτικὸν τοῦ ἀληθὲς εἶναι, τῶν ἐκτὸς μὴ ἐναντιουμένων 〈πρὸς〉 τὸ ἀληθὲς εἶναι, οἷον Ζῇ Διοκλῆς˙ ἀδύνατον δὲ ὃ μή ἐστιν ἐπιδεκτικὸν τοῦ ἀληθὲς εἶναι, οἷον Ἡ γῆ ἵπταται. Ἀναγκαῖον δέ ἐστιν ὅπερ ἀληθὲς ὂν οὐκ ἔστιν ἐπιδεκτικὸν τοῦ ψεῦδος εἶναι, [ἢ ἐπιδεκτικὸν [48920] μέν ἐστι, τὰ δ' ἐκτὸς αὐτῷ ἐναντιοῦται πρὸς τὸ ψεῦδος εἶναι], οἷον Ἡ ἀρετὴ ὠφελεῖ. Οὐκ ἀναγκαῖον δέ ἐστιν ὃ καὶ ἀληθές ἐστιν καὶ ψεῦδος οἷόν τε εἶναι, τῶν ἐκτὸς μηδὲν [4901] ἐναντιουμένων, οἷον [τὸ] Περιπατεῖ Δίων.