[76] Ἐδόκει δ' αὐτῷ τάδε˙ στοιχεῖα μὲν εἶναι τέτταρα, πῦρ, ὕδωρ, γῆν, ἀέρα˙ Φιλίαν θ' ᾗ συγκρίνεται καὶ Νεῖκος ᾧ διακρίνεται. φησὶ δ' οὕτω˙ (DK 31 B 6. 2 sq.)

Ζεὺς ἀργὴς Ἥρη τε φερέσβιος ἠδ' Ἀϊδωνεὺς
Νῆστίς θ', ἣ δακρύοις τέγγει κρούνωμα βρότειον˙

Δία μὲν τὸ πῦρ λέγων, Ἥρην δὲ τὴν γῆν, Ἀϊδωνέα δὲ τὸν ἀέρα, Νῆστιν δὲ τὸ ὕδωρ.

"Καὶ ταῦτα," φησίν (DK 31 B 17. 6),

"ἀλλάττοντα διαμπερὲς οὐδαμὰ λήγει," ὡς ἂν ἀιδίου τῆς τοιαύτης διακοσμήσεως οὔσης˙ ἐπιφέρει γοῦν˙ (DK 31 B 17. 7 sq.)

ἄλλοτε μὲν Φιλότητι συνερχόμεν˙ εἰς> ἓν ἅπαντα,
ἄλλοτε δ' αὖ δίχ' ἕκαστα φορεύμενα Νείκεος ἔχθει.

[76] Ἐδόκει δ' αὐτῷ τάδε˙ στοιχεῖα μὲν εἶναι τέτταρα, πῦρ, ὕδωρ, γῆν, ἀέρα˙ Φιλίαν θ' ᾗ συγκρίνεται καὶ Νεῖκος ᾧ διακρίνεται. φησὶ δ' οὕτω˙

Ζεὺς ἀργὴς Ἥρη τε φερέσβιος ἠδ' Ἀϊδωνεὺς
Νῆστίς θ', ἣ δακρύοις τέγγει κρούνωμα βρότειον˙

Δία μὲν τὸ πῦρ λέγων, Ἥρην δὲ τὴν γῆν, Ἀϊδωνέα δὲ τὸν ἀέρα, Νῆστιν δὲ τὸ ὕδωρ.

"Καὶ ταῦτα," φησίν,

"ἀλλάττοντα διαμπερὲς οὐδαμὰ λήγει," ὡς ἂν ἀιδίου τῆς τοιαύτης διακοσμήσεως οὔσης˙ ἐπιφέρει γοῦν˙

ἄλλοτε μὲν Φιλότητι συνερχόμεν' εἰς ἓν ἅπαντα,
ἄλλοτε δ' αὖ δίχ' ἕκαστα φορεύμενα Νείκεος ἔχθει.

[76] [62015] Ἐδόκει δ' αὐτῷ τάδε˙ στοιχεῖα μὲν εἶναι τέτταρα, πῦρ, ὕδωρ, γῆν, ἀέρα˙ Φιλίαν θ' ᾗ συγκρίνεται καὶ Νεῖκος ᾧ διακρίνεται. Φησὶ δ' οὕτω˙

[6211] Ζεὺς ἀργὴς Ἥρη τε φερέσβιος ἠδ' Ἀϊδωνεὺς
Νῆστίς θ', ἣ δακρύοις τέγγει κρούνωμα βρότειον˙

Δία μὲν τὸ πῦρ λέγων, Ἥρην δὲ τὴν γῆν, Ἀϊδωνέα δὲ τὸν ἀέρα, Νῆστιν δὲ τὸ ὕδωρ.

[6215] "Καὶ ταῦτα," φησίν, "ἀλλάττοντα διαμπερὲς οὐδαμὰ λήγει," ὡς ἂν ἀϊδίου τῆς τοιαύτης διακοσμήσεως οὔσης˙ ἐπιφέρει γοῦν˙

ἄλλοτε μὲν Φιλότητι συνερχόμεν' εἰς ἓν ἅπαντα,
ἄλλοτε δ' αὖ δίχ' ἕκαστα φορεύμενα Νείκεος ἔχθει.