[76] ἀναιροῦσι δ' οἱ σκεπτικοὶ καὶ αὐτὴν τὴν "Οὐδὲν μᾶλλον" φωνήν˙ ὡς γὰρ οὐ μᾶλλόν ἐστι πρόνοια ἢ οὐκ ἔστιν, οὕτω καὶ τὸ Οὐδὲν μᾶλλον οὐ μᾶλλόν ἐστιν ἢ οὐκ ἔστιν. σημαίνει οὖν ἡ φωνή, καθά φησι καὶ Τίμων ἐν τῷ Πύθωνι (PPF 9 B 80), "τὸ μηδὲν ὁρίζειν, ἀλλ' ἀπροσθετεῖν." ἡ δὲ Παντὶ λόγῳ φωνὴ καὶ αὐτὴ συνάγει τὴν ἐποχήν˙ τῶν μὲν γὰρ πραγμάτων διαφωνούντων τῶν δὲ λόγων ἰσοσθενούντων ἀγνωσία τῆς ἀληθείας ἐπακολουθεῖ˙ καὶ αὐτῷ δὲ τούτῳ τῷ λόγῳ λόγος ἀντίκειται, ὃς καὶ αὐτὸς μετὰ τὸ ἀνελεῖν τοὺς ἄλλους ὑφ' ἑαυτοῦ περιτραπεὶς ἀπόλλυται, κατ' ἴσον τοῖς καθαρτικοῖς, ἃ τὴν ὕλην προεκκρίναντα καὶ αὐτὰ ὑπεκκρίνεται καὶ ἐξαπόλλυται. [76] ἀναιροῦσι δ' οἱ σκεπτικοὶ καὶ αὐτὴν τὴν "Οὐδὲν μᾶλλον" φωνήν˙ ὡς γὰρ οὐ μᾶλλόν ἐστι πρόνοια ἢ οὐκ ἔστιν, οὕτω καὶ τὸ Οὐδὲν μᾶλλον οὐ μᾶλλόν ἐστιν ἢ οὐκ ἔστιν. σημαίνει οὖν ἡ φωνή, καθά φησι καὶ Τίμων ἐν τῷ Πύθωνι, "τὸ μηδὲν ὁρίζειν, ἀλλ' ἀπροσθετεῖν." ἡ δὲ Παντὶ λόγῳ φωνὴ καὶ αὐτὴ συνάγει τὴν ἐποχήν˙ τῶν μὲν γὰρ πραγμάτων διαφωνούντων τῶν δὲ λόγων ἰσοσθενούντων ἀγνωσία τῆς ἀληθείας ἐπακολουθεῖ˙ καὶ αὐτῷ δὲ τούτῳ τῷ λόγῳ λόγος ἀντίκειται, ὃς καὶ αὐτὸς μετὰ τὸ ἀνελεῖν τοὺς ἄλλους ὑφ' ἑαυτοῦ περιτραπεὶς ἀπόλλυται, κατ' ἴσον τοῖς καθαρτικοῖς, ἃ τὴν ὕλην προεκκρίναντα καὶ αὐτὰ ὑπεκκρίνεται καὶ ἐξαπόλλυται. [[76] Ἀναιροῦσι δὲ οἱ σκεπτικοὶ καὶ αὐτὴν τὴν Οὐδὲν μᾶλλον φωνήν˙ ὡς γὰρ οὐ μᾶλλόν ἐστι πρόνοια ἢ οὐκ [68610] ἔστιν, οὕτω καὶ τὸ Οὐδὲν μᾶλλον οὐ μᾶλλόν ἐστιν ἢ οὐκ ἔστι. Σημαίνει οὖν ἡ φωνή, καθά φησι καὶ Τίμων ἐν τῷ Πύθωνι, "τὸ μηδὲν ὁρίζειν, ἀλλὰ ἀπροσθετεῖν." Ἡ δὲ Παντὶ λόγῳ φωνὴ καὶ αὐτὴ συνάγει τὴν ἐποχήν˙ τῶν μὲν γὰρ πραγμάτων διαφωνούντων, τῶν δὲ λόγων ἰσοσθενούντων [68615] ἀγνωσία τῆς ἀληθείας ἐπακολουθεῖ. Καὶ αὐτῷ δὲ τούτῳ τῷ λόγῳ λόγος ἀντίκειται, ὃς καὶ αὐτὸς μετὰ τὸ ἀνελεῖν τοὺς ἄλλους ὑφ' ἑαυτοῦ περιτραπεὶς ἀπόλλυται, κατ' ἴσον τοῖς καθαρτικοῖς, ἃ τὴν ὕλην προεκκρίναντα καὶ αὐτὰ ὑπεκκρίνεται καὶ ἐξαπόλλυται.