[76] εὔλογον δέ ἐστιν ἀξίωμα τὸ πλείονας ἀφορμὰς ἔχον εἰς τὸ ἀληθὲς εἶναι, οἷον "βιώσομαι αὔριον." Καὶ ἄλλαι δὲ διαφοραί εἰσι ἀξιωμάτων καὶ μεταπτώσεις αὐτῶν ἐξ ἀληθῶν εἰς ψεύδη καὶ ἀντιστροφαί, περὶ ὧν ἐν τῷ πλάτει λέγομεν.
Λόγος δέ ἐστιν, ὡς οἱ περὶ τὸν Κρῖνίν φασι, τὸ συνεστηκὸς ἐκ λήμματος [ἢ λημμάτων] καὶ προσλήψεως καὶ ἐπιφορᾶς, οἷον ὁ τοιοῦτος, "εἰ ἡμέρα ἐστί, φῶς ἐστι˙ ἡμέρα δέ ἐστι˙ φῶς ἄρα ἐστί." λῆμμα μὲν γάρ ἐστι τὸ "εἰ ἡμέρα ἐστί, φῶς ἐστι"˙ πρόσληψις τὸ "ἡμέρα δέ ἐστιν"˙ ἐπιφορὰ δὲ τὸ "φῶς ἄρα ἐστί." τρόπος δέ ἐστιν οἱονεὶ σχῆμα λόγου, οἷον ὁ τοιοῦτος, "εἰ τὸ πρῶτον, τὸ δεύτερον ἀλλὰ μὴν τὸ πρῶτον˙ τὸ ἄρα δεύτερον."
[76] εὔλογον δέ ἐστιν ἀξίωμα τὸ πλείονας ἀφορμὰς ἔχον εἰς τὸ ἀληθὲς εἶναι, οἷον "βιώσομαι αὔριον."
Καὶ ἄλλαι δὲ διαφοραί εἰσι ἀξιωμάτων καὶ μεταπτώσεις αὐτῶν ἐξ ἀληθῶν εἰς ψεύδη καὶ ἀντιστροφαί, περὶ ὧν ἐν τῷ πλάτει λέγομεν.
Λόγος δέ ἐστιν, ὡς οἱ περὶ τὸν Κρῖνίν φασι, τὸ συνεστηκὸς ἐκ λήμματος καὶ προσλήψεως καὶ ἐπιφορᾶς, οἷον ὁ τοιοῦτος, "εἰ ἡμέρα ἐστί, φῶς ἐστι˙ ἡμέρα δέ ἐστι˙ φῶς ἄρα ἐστί." λῆμμα μὲν γάρ ἐστι τὸ "εἰ ἡμέρα ἐστί, φῶς ἐστι"˙ πρόσληψις τὸ "ἡμέρα δέ ἐστιν"˙ ἐπιφορὰ δὲ τὸ "φῶς ἄρα ἐστί." τρόπος δέ ἐστιν οἱονεὶ σχῆμα λόγου, οἷον ὁ τοιοῦτος, "εἰ τὸ πρῶτον, τὸ δεύτερον ἀλλὰ μὴν τὸ πρῶτον˙ τὸ ἄρα δεύτερον."
[76] Εὔλογον δέ ἐστιν ἀξίωμα τὸ πλείονας ἀφορμὰς ἔχον εἰς τὸ ἀληθὲς εἶναι, οἷον Βιώσομαι αὔριον.
Καὶ ἄλλαι δὲ διαφοραί εἰσιν ἀξιωμάτων καὶ μεταπτώσεις
[4905] αὐτῶν ἐξ ἀληθῶν εἰς ψεύδη καὶ ἀντιστροφαί, περὶ ὧν ἐν [τῷ] πλάτει λέγουσι.
Λόγος δέ ἐστιν, ὡς οἱ περὶ τὸν Κρῖνίν φασι, τὸ συνεστηκὸς ἐκ λήμματος [ἢ λημμάτων] καὶ προσλήψεως καὶ ἐπιφορᾶς, οἷον ὁ τοιοῦτος˙ Εἰ ἡμέρα ἐστί, φῶς ἐστι˙ ἡμέρα
[49010] δέ ἐστι˙ φῶς ἄρα ἐστί. Λῆμμα μὲν γάρ ἐστι τὸ "εἰ ἡμέρα ἐστί, φῶς ἐστι"˙ πρόσληψις τὸ "ἡμέρα δέ ἐστιν"˙ ἐπιφορὰ δὲ τὸ "φῶς ἄρα ἐστί." Τρόπος δ' ἐστιν οἱονεὶ σχῆμα λόγου, οἷον ὁ τοιοῦτος˙ Εἰ τὸ πρῶτον, τὸ δεύτερον˙ ἀλλὰ μὴν τὸ πρῶτον˙ τὸ ἄρα δεύτερον."