[77] τὰς μὲν γὰρ αἰτίας καὶ πρὸ τῆς οὐρανοποιίας δύο εἶναι καὶ τρίτην γένεσιν, ἀλλ' οὐ σαφεῖς, ἴχνη δὲ μόνον καὶ ἀτάκτους˙ ἐπειδὴ δὲ ὁ κόσμος ἐγένετο, λαβεῖν καὶ ταύτας τάξιν. ἐξ ἁπάντων δὲ τῶν ὑπαρχόντων σωμάτων γενέσθαι τὸν οὐρανόν. δοκεῖ δ' αὐτῷ τὸν θεὸν ὡς καὶ τὴν ψυχὴν ἀσώματον εἶναι˙ οὕτω γὰρ μάλιστα φθορᾶς καὶ πάθους ἀνεπίδεκτον ὑπάρχειν. τὰς δὲ ἰδέας ὑφίσταται, καθὰ καὶ προείρηται, αἰτίας τινὰς καὶ ἀρχὰς τοῦ τοιαῦτ' εἶναι τὰ φύσει συνεστῶτα, οἷάπερ ἐστὶν αὐτά. [77] τὰς μὲν γὰρ αἰτίας καὶ πρὸ τῆς οὐρανοποιίας δύο εἶναι καὶ τρίτην γένεσιν, ἀλλ' οὐ σαφεῖς, ἴχνη δὲ μόνον καὶ ἀτάκτους˙ ἐπειδὴ δὲ ὁ κόσμος ἐγένετο, λαβεῖν καὶ ταύτας τάξιν. ἐξ ἁπάντων δὲ τῶν ὑπαρχόντων σωμάτων γενέσθαι τὸν οὐρανόν. δοκεῖ δ' αὐτῷ τὸν θεὸν ὡς καὶ τὴν ψυχὴν ἀσώματον εἶναι˙ οὕτω γὰρ μάλιστα φθορᾶς καὶ πάθους ἀνεπίδεκτον ὑπάρχειν. τὰς δὲ ἰδέας ὑφίσταται, καθὰ καὶ προείρηται, αἰτίας τινὰς καὶ ἀρχὰς τοῦ τοιαῦτ' εἶναι τὰ φύσει συνεστῶτα, οἷάπερ ἐστὶν αὐτά. [77] Τὰς μὲν [23715] γὰρ αἰτίας καὶ πρὸ τῆς οὐρανοποιίας [δύο] εἶναι [καὶ τρίτην γένεσιν], ἀλλ' οὐ σαφεῖς, ἴχνη δὲ μόνον καὶ ἀτάκτους˙ ἐπειδὴ δὲ ὁ κόσμος ἐγένετο, λαβεῖν καὶ ταύτας τάξιν. Ἐξ ἁπάντων δὲ τῶν ὑπαρχόντων σωμάτων γενέσθαι τὸν οὐρανόν. Δοκεῖ δ' αὐτῷ τὸν θεὸν ὡς καὶ τὴν ψυχὴν [23720] ἀσώματον εἶναι˙ οὕτω γὰρ μάλιστα φθορᾶς καὶ πάθους ἀνεπίδεκτον ὑπάρχειν. Τὰς δὲ ἰδέας ὑφίσταται, καθὰ καὶ [2381] προείρηται, αἰτίας τινὰς καὶ ἀρχὰς τοῦ τοιαῦτ' εἶναι τὰ φύσει συνεστῶτα, οἷάπερ ἐστὶν αὐταί.