[77] ἀλλ' ἄνέβα χεῖλος ποτ' ὀδόντας ἐρείσας
καὶ τὸ πνεῦμα συνδακών˙
Ζανὸς γόνος ἦς γὰρ ἀλαθέως
οὐράνιός τε κύων.

Ἄλλοι φασὶ πολύπουν κυσὶ συμμερίσασθαι βουλόμενον οὕτω δηχθῆναι τοῦ ποδὸς τὸν τένοντα καὶ καταστρέψαι. οἱ μέντοι γνώριμοι αὐτοῦ, καθά φησιν Ἀντισθένης ἐν Διαδοχαῖς (FGrH 508 F 7), εἴκαζον τὴν τοῦ πνεύματος συγκράτησιν. ἐτύγχανε μὲν γὰρ διάγων ἐν τῷ Κρανείῳ τῷ πρὸ τῆς Κορίνθου γυμνασίῳ. κατὰ δὲ τὸ ἔθος ἧκον οἱ γνώριμοι καὶ αὐτὸν καταλαμβάνουσιν ἐγκεκαλυμμένον˙ οὐ δὴ εἴκασαν αὐτὸν κοιμᾶσθαι, οὐ γὰρ ἦν τις νυσταλέος καὶ ὑπνηλός˙ ὅθεν, ἀποπετάσαντες τὸν τρίβωνα ἔκπνουν αὐτὸν καταλαμβάνουσι καὶ ὑπέλαβον τοῦτο πρᾶξαι λοιπὸν βουλόμενον ὑπεξελθεῖν τοῦ βίου.

[77] ἀλλ' ἄνέβα χεῖλος ποτ' ὀδόντας ἐρείσας
[καὶ τὸ πνεῦμα συνδακών]. ἦς γὰρ ἀλαθέως
Διογένης Ζανὸς γόνος οὐράνιός τε κύων.

Ἄλλοι φασὶ πολύπουν κυσὶ συμμερίσασθαι βουλόμενον οὕτω δηχθῆναι τοῦ ποδὸς τὸν τένοντα καὶ καταστρέψαι. οἱ μέντοι γνώριμοι αὐτοῦ, καθά φησιν Ἀντισθένης ἐν Διαδοχαῖς, εἴκαζον τὴν τοῦ πνεύματος συγκράτησιν. ἐτύγχανε μὲν γὰρ διάγων ἐν τῷ Κρανείῳ τῷ πρὸ τῆς Κορίνθου γυμνασίῳ. κατὰ δὲ τὸ ἔθος ἧκον οἱ γνώριμοι καὶ αὐτὸν καταλαμβάνουσιν ἐγκεκαλυμμένον καὶ εἴκασαν αὐτὸν κοιμᾶσθαι˙ οὐδὲ γὰρ ἦν τις νυσταλέος καὶ ὑπνηλός. ὅθεν, ἀποπετάσαντες τὸν τρίβωνα ἔκπνουν αὐτὸν καταλαμβάνουσι καὶ ὑπέλαβον τοῦτο πρᾶξαι λοιπὸν βουλόμενον ὑπεξελθεῖν τοῦ βίου.

[77] ἀλλ' ἄνέβα 〈*〉
[4241] χῆλος ποτ' ὀδόντας ἐρείσας
καὶ τὸ πνεῦμα συνδακών˙
Ζανὸς γόνος ἦς γὰρ ἀλαθέως [Διογένης]
οὐράνιός τε κύων.

[4245] Ἄλλοι φασὶ πολύπουν κυσὶ συμμερίσασθαι βουλόμενον οὕτω δηχθῆναι τοῦ ποδὸς τὸν τένοντα καὶ καταστρέψαι. Οἱ μέντοι γνώριμοι αὐτοῦ, καθά φησιν Ἀντισθένης ἐν Διαδοχαῖς, εἴκαζον τὴν τοῦ πνεύματος ἐγκράτησιν. Ἐτύγχανε μὲν γὰρ διάγων ἐν τῷ Κρανείῳ τῷ πρὸ τῆς [42410] Κορίνθου γυμνασίῳ. Κατὰ δὲ τὸ ἔθος ἧκον οἱ γνώριμοι καὶ αὐτὸν καταλαμβάνουσιν ἐγκεκαλυμμένον˙ οὐ δὴ εἴκασαν αὐτὸν κοιμώμενον (οὐ γὰρ ἦν τις νύσταλος καὶ ὑπνηλός)˙ ὅθεν, ἀποπετάσαντες τὸν τρίβωνα ἔκπνουν αὐτὸν εὐρίσκουσι καὶ ὑπέλαβον τοῦτο πρᾶξαι λοιπὸν βουλόμενον [42415] ὑπεξελθεῖν τοῦ βίου.