[77] Λογότροπος δέ ἐστι τὸ ἐξ ἀμφοτέρων σύνθετον, οἷον "εἰ ζῇ Πλάτων, ἀναπνεῖ Πλάτων˙ ἀλλὰ μὴν τὸ πρῶτον˙ τὸ ἄρα δεύτερον." παρεισήχθη δὲ ὁ λογότροπος ὑπὲρ τοῦ ἐν ταῖς μακροτέραις συντάξεσι τῶν λόγων μηκέτι τὴν πρόσληψιν μακρὰν οὖσαν καὶ τὴν ἐπιφορὰν λέγειν, ἀλλὰ συντόμως ἐπενεγκεῖν, "τὸ δὲ πρῶτον˙ τὸ ἄρα δεύτερον."
Τῶν δὲ λόγων οἱ μέν εἰσιν ἀπέραντοι, οἱ δὲ περαντικοί. ἀπέραντοι μὲν ὧν τὸ ἀντικείμενον τῆς ἐπιφορᾶς οὐ μάχεται τῇ διὰ τῶν λημμάτων συμπλοκῇ, οἷον οἱ τοιοῦτοι, "εἰ ἡμέρα ἐστί, φῶς ἐστι˙ ἡμέρα δέ ἐστι˙ περιπατεῖ ἄρα Δίων."

[77] [49015] Λογότροπος δέ ἐστι τὸ ἐξ ἀμφοτέρων σύνθετον, οἷον Εἰ ζῇ Πλάτων, ἀναπνεῖ Πλάτων˙ ἀλλὰ μὴν τὸ πρῶτον˙ τὸ ἄρα δεύτερον. Παρεισήχθη δὲ ὁ λογότροπος ὑπὲρ τοῦ ἐν ταῖς μακροτέραις συντάξεσι τῶν λόγων μηκέτι τὴν πρόσληψιν μακρὰν οὖσαν καὶ τὴν ἐπιφορὰν λέγειν, ἀλλὰ συντόμως [49020] ἐπενεγκεῖν˙ "τὸ δὲ πρῶτον˙ τὸ ἄρα δεύτερον."
[4911] Τῶν δὲ λόγων οἱ μέν εἰσιν ἀπέραντοι, οἱ δὲ περαντικοί. Ἀπέραντοι μὲν ὧν τὸ ἀντικείμενον τῆς ἐπιφορᾶς οὐ μάχεται τῇ διὰ τῶν λημμάτων συμπλοκῇ, οἷον οἱ τοιοῦτοι˙ Εἰ ἡμέρα ἐστί, φῶς ἐστι˙ ἡμέρα δέ ἐστι˙ περιπατεῖ [4915] ἄρα Δίων.