[78] ἔνιοι δ' οὕτως ἀποκρίνασθαι, "ὁπότε μὲν σοφίας ἐδεόμην, ἧκον παρὰ Σωκράτην˙ νῦν δὲ χρημάτων δεόμενος παρὰ σὲ ἥκω." κατεγίνωσκε τῶν ἀνθρώπων ὡς τὰ σκεύη μὲν ἐν ταῖς ἀγορασίαις κομπούντων, τοὺς δὲ βίους εἰκῆ δοκιμαζόντων˙ οἱ δὲ τοῦτο Διογένους φασίν. καί ποτε παρὰ πότον κελεύσαντος Διονυσίου ἕκαστον ἐν πορφυρᾷ ἐσθῆτι ὀρχήσασθαι, τὸν μὲν Πλάτωνα μὴ προσέσθαι, εἰπόντα (Eur. Bacch. 836)˙

οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολήν.

τὸν δ' Ἀρίστιππον λαβόντα καὶ μέλλοντα ὀρχήσασθαι εὐστόχως εἰπεῖν (Eur. Bacch. 317 sq.)˙

καὶ γὰρ ἐν βακχεύμασιν
οὖσ' ἥ γε σώφρων οὐ διαφθαρήσεται.

[78] ἔνιοι δ' οὕτως ἀποκρίνασθαι, "ὁπότε μὲν σοφίας ἐδεόμην, ἧκον παρὰ τὸν Σωκράτην˙ νῦν δὲ χρημάτων δεόμενος παρὰ σὲ ἥκω." κατεγίνωσκε τῶν ἀνθρώπων ὡς τὰ σκεύη μὲν ἐν ταῖς ἀγορασίαις κομπούντων, τοὺς δὲ βίους εἰκῆ δοκιμαζόντων˙ οἱ δὲ τοῦτο Διογένους φασί. καί ποτε παρὰ πότον κελεύσαντος Διονυσίου ἕκαστον ἐν πορφυρᾷ ἐσθῆτι ὀρχήσασθαι, τὸν μὲν Πλάτωνα μὴ προσέσθαι, εἰπόντα˙

οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολήν.

τὸν δ' Ἀρίστιππον λαβόντα καὶ μέλλοντα ὀρχήσασθαι εὐστόχως εἰπεῖν˙

καὶ γὰρ ἐν βακχεύμασιν
οὖσ' ἥ γε σώφρων οὐ διαφθαρήσεται.

[78] Ἔνιοι δὲ οὕτως ἀποκρίνασθαι, " Ὁπότε μὲν σοφίας ἐδεόμην, [14515] ἧκον παρὰ Σωκράτη˙ νῦν δὲ χρημάτων δεόμενος παρὰ σὲ ἥκω." Κατεγίνωσκε τῶν ἀνθρώπων ὡς τὰ σκεύη μὲν ἐν ταῖς ἀγορασίαις κομπούντων, τοὺς δὲ βίους εἰκῆ [1461] δοκιμαζόντων (οἱ δὲ τοῦτο Διογένους φασίν). Καί ποτε παρὰ πότον κελεύσαντος Διονυσίου ἕκαστον ἐν πορφυρᾷ ἐσθῆτι ὀρχήσασθαι, τὸν μὲν Πλάτωνα μὴ προσέσθαι, εἰπόντα˙

[1465] Οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολήν˙

τὸν δ' Ἀρίστιππον λαβόντα καὶ μέλλοντα ὀρχήσασθαι εὐστόχως εἰπεῖν˙
Καὶ γὰρ ἐν βακχεύμασιν
οὖσ' ἥ γε σώφρων οὐ διαφθαρήσεται.