[78] Τῶν δὲ περαντικῶν λόγων οἱ μὲν ὁμωνύμως τῷ γένει λέγονται περαντικοί˙ οἱ δὲ συλλογιστικοί. συλλογιστικοὶ μὲν οὖν εἰσιν οἱ ἤτοι ἀναπόδεικτοι ὄντες ἢ ἀναγόμενοι ἐπὶ τοὺς ἀναποδείκτους κατά τι τῶν θεμάτων ἤ τινα, οἷον οἱ τοιοῦτοι, "εἰ περιπατεῖ Δίων, κινεῖται ἄρα Δίων." περαντικοὶ δέ εἰσιν εἰδικῶς οἱ συνάγοντες μὴ συλλογιστικῶς, οἷον οἱ τοιοῦτοι, "ψεῦδός ἐστι τὸ ἡμέρα ἐστὶ καὶ νύξ ἐστι˙ ἡμέρα δέ ἐστιν˙ οὐκ ἄρα νύξ ἐστιν." ἀσυλλόγιστοι δ' εἰσὶν οἱ παρακείμενοι μὲν πιθανῶς τοῖς συλλογιστικοῖς, οὐ συνάγοντες δέ, οἷον "εἰ ἵππος ἐστὶ Δίων, ζῷόν ἐστι Δίων˙ ἀλλὰ μὴν ἵππος οὐκ ἔστι Δίων˙ οὐκ ἄρα ζῷόν ἐστι Δίων." [78] Τῶν δὲ περαντικῶν λόγων οἱ μὲν ὁμωνύμως τῷ γένει λέγονται περαντικοί˙ οἱ δὲ συλλογιστικοί. συλλογιστικοὶ μὲν οὖν εἰσιν οἱ ἤτοι ἀναπόδεικτοι ὄντες ἢ ἀναγόμενοι ἐπὶ τοὺς ἀναποδείκτους κατά τι τῶν θεμάτων ἤ τινα, οἷον οἱ τοιοῦτοι, "εἰ περιπατεῖ Δίων, 〈κινεῖται Δίων˙ ἀλλὰ μὴν περιπατεῖ Δίων͂〉˙ κινεῖται ἄρα Δίων." περαντικοὶ δέ εἰσιν εἰδικῶς οἱ συνάγοντες μὴ συλλογιστικῶς, οἷον οἱ τοιοῦτοι, "ψεῦδός ἐστι τὸ ἡμέρα ἐστὶ καὶ νύξ ἐστι˙ ἡμέρα δέ ἐστιν˙ οὐκ ἄρα νύξ ἐστιν." ἀσυλλόγιστοι δ' εἰσὶν οἱ παρακείμενοι μὲν πιθανῶς τοῖς συλλογιστικοῖς, οὐ συνάγοντες δέ, οἷον "εἰ ἵππος ἐστὶ Δίων, ζῷόν ἐστι Δίων˙ ἀλλὰ μὴν ἵππος οὐκ ἔστι Δίων˙ οὐκ ἄρα ζῷόν ἐστι Δίων." [78] Τῶν δὲ περαντικῶν λόγων οἱ μὲν ὁμωνύμως τῷ γένει λέγονται περαντικοί, οἱ δὲ συλλογιστικοί. Συλλογιστικοὶ μὲν οὖν εἰσιν οἱ ἤτοι ἀναπόδεικτοι ὄντες ἢ ἀναγόμενοι ἐπὶ τοὺς ἀναποδείκτους κατά τι τῶν θεμάτων ἤ τινα, οἷον οἱ [49110] τοιοῦτοι˙ Εἰ περιπατεῖ Δίων, 〈κινεῖται Δίων˙ ἀλλὰ μὴν περιπατεῖ Δίων˙〉 κινεῖται ἄρα Δίων. Περαντικοὶ δέ εἰσιν εἰδικῶς οἱ συνάγοντες μὴ συλλογιστικῶς, οἷον οἱ τοιοῦτοι˙ Ψεῦδός ἐστι τὸ ἡμέρα ἐστὶ καὶ νύξ ἐστι˙ ἡμέρα δέ ἐστιν˙ οὐκ ἄρα νύξ ἐστιν. Ἀσυλλόγιστοι δ' εἰσὶν οἱ [49115] παρακείμενοι μὲν πιθανῶς τοῖς συλλογιστικοῖς, οὐ συνάγοντες δέ, οἷον Εἰ ἵππος ἐστὶ Δίων, ζῷόν ἐστι Δίων˙ ἀλλὰ μὴν ἵππος οὐκ ἔστι Δίων˙ οὐκ ἄρα ζῷόν ἐστι Δίων.