[79] Ἔστι καὶ ἡμῶν ἐν τῷ προκελευσματικῷ μέτρῳ˙
(A. Pal. VII. 116)
Α . Διόγενες, ἄγε λέγε τίς ἔλαβέ σε μόρος
ἐς Ἄϊδος. Δ. ἔλαβέ με κυνὸς ἄγριον ὀδάξ.

Ἔνιοι δέ φασι τελευτῶντα αὐτὸν [καὶ] ἐντείλασθαι ἄταφον ῥῖψαι ὡς πᾶν θηρίον αὐτοῦ μετάσχοι, ἢ εἴς γε βόθρον συνῶσαι καὶ ὀλίγην κόνιν ἐπαμῆσαι (οἱ δέ, εἰς τὸν Ἰλισσὸν ἐμβαλεῖν) ἵνα τοῖς ἀδελφοῖς χρήσιμος γένηται.
Δημήτριος δ' ἐν τοῖς Ὁμωνύμοις φησὶ τῆς αὐτῆς ἡμέρας Ἀλέξανδρον μὲν ἐν Βαβυλῶνι, Διογένην δ' ἐν Κορίνθῳ τελευτῆσαι. ἦν δὲ γέρων κατὰ τὴν τρίτην καὶ δεκάτην καὶ ἑκατοστὴν Ὀλυμπιάδα.

[79] Ἔστι καὶ ἡμῶν ἐν τῷ προκελευσματικῷ μέτρῳ˙

Α . Διόγενες, ἄγε λέγε τίς ἔλαβέ σε μόρος
ἐς Ἄϊδος. Δ. ἔλαβέ με κυνὸς ἄγριον ὀδάξ.

Ἔνιοι δέ φασι τελευτῶντα αὐτὸν [καὶ] ἐντείλασθαι ἄταφον ῥῖψαι ὡς πᾶν θηρίον αὐτοῦ μετάσχοι, ἢ εἴς γε βόθρον συνῶσαι καὶ ὀλίγην κόνιν ἐπαμῆσαι˙ οἱ δέ, εἰς τὸν Ἰλισσὸν ἐμβαλεῖν, ἵνα τοῖς ἀδελφοῖς χρήσιμος γένηται.
Δημήτριος δ' ἐν τοῖς Ὁμωνύμοις φησὶ τῆς αὐτῆς ἡμέρας Ἀλέξανδρον μὲν ἐν Βαβυλῶνι, Διογένην δ' ἐν Κορίνθῳ τελευτῆσαι. ἦν δὲ γέρων κατὰ τὴν τρίτην καὶ δεκάτην καὶ ἑκατοστὴν Ὀλυμπιάδα.

[79] Ἔστι καὶ ἡμῶν ἐν τῷ προκελευσματικῷ μέτρῳ˙

[42510] Διόγενες, ἄγε λέγε, τίς ἔλαβέ σε μόρος
ἐς Ἄϊδος. - Ἔλαβέ με κυνὸς ἄγριον ὀδάξ.

Ἔνιοι δέ φασι τελευτῶντα αὐτὸν [καὶ] ἐντείλασθαι ἄταφον ῥῖψαι, ὡς πᾶν θηρίον αὐτοῦ μετάσχοι, ἢ εἴς γε [4261] βόθρον συνῶσαι καὶ ὀλίγην κόνιν ἐπαμῆσαι (οἱ δέ, εἰς τὸν Ἰλισσὸν ἐμβαλεῖν) ἵνα τοῖς ἀδελφοῖς χρήσιμος γένηται.
Δημήτριος δ' ἐν τοῖς Ὁμωνύμοις φησὶ τῆς αὐτῆς ἡμέρας Ἀλέξανδρον μὲν ἐν Βαβυλῶνι, Διογένη δ' ἐν Κορίνθῳ
[4265] τελευτῆσαι. Ἦν δὲ γέρων κατὰ τὴν τρίτην καὶ δεκάτην καὶ ἑκατοστὴν Ὀλυμπιάδα.