[79] Δεόμενός ποτε περὶ φίλου Διονυσίου καὶ μὴ ἐπιτυγχάνων εἰς τοὺς πόδας αὐτοῦ ἔπεσε˙ πρὸς οὖν τὸν ἐπισκώψαντα, "οὐκ ἐγώ," φησίν, "αἴτιος, ἀλλὰ Διονύσιος ὁ ἐν τοῖς ποσὶ τὰς ἀκοὰς ἔχων." διατρίβων ἐν Ἀσίᾳ καὶ ληφθεὶς ὑπὸ Ἀρταφέρνου τοῦ σατράπου πρὸς τὸν εἰπόντα, "καὶ ὧδε θαρρεῖς;", "πότε γάρ," εἶπεν, "ὦ μάταιε, θαρρήσαιμι ἂν μᾶλλον ἢ νῦν, ὅτε μέλλω Ἀρταφέρνῃ διαλέξεσθαι;" τοὺς τῶν ἐγκυκλίων παιδευμάτων μετασχόντας, φιλοσοφίας δὲ ἀπολειφθέντας ὁμοίους ἔλεγεν εἶναι τοῖς τῆς Πηνελόπης μνηστῆρσι˙ καὶ γὰρ ἐκείνους Μελανθὼ μὲν καὶ Πολυδώραν καὶ τὰς ἄλλας θεραπαίνας ἔχειν, πάντα δὲ μᾶλλον ἢ αὐτὴν τὴν δέσποιναν δύνασθαι γῆμαι. [79] Δεόμενός ποτε ὑπὲρ φίλου Διονυσίου καὶ μὴ ἐπιτυγχάνων εἰς τοὺς πόδας αὐτοῦ ἔπεσε˙ πρὸς οὖν τὸν ἐπισκώψαντα, "οὐκ ἐγώ," φησίν, "αἴτιος, ἀλλὰ Διονύσιος ὁ ἐν τοῖς ποσὶ τὰς ἀκοὰς ἔχων." διατρίβων ἐν Ἀσίᾳ καὶ ληφθεὶς ὑπὸ Ἀρταφέρνου τοῦ σατράπου πρὸς τὸν εἰπόντα, "καὶ ὧδε θαρρεῖς," "πότε γάρ," εἶπεν, "ὦ μάταιε, θαρρήσαιμι ἂν μᾶλλον ἢ νῦν, ὅτε μέλλω Ἀρταφέρνῃ διαλέξεσθαι;" τοὺς τῶν ἐγκυκλίων παιδευμάτων μετασχόντας, φιλοσοφίας δὲ ἀπολειφθέντας ὁμοίους ἔλεγεν εἶναι τοῖς τῆς Πηνελόπης μνηστῆρσι˙ καὶ γὰρ ἐκείνους Μελανθὼ μὲν καὶ Πολυδώραν καὶ τὰς ἄλλας θεραπαίνας ἔχειν, πάντα δὲ μᾶλλον ἢ αὐτὴν τὴν δέσποιναν δύνασθαι γῆμαι. [79] [14610] Δεόμενός ποτε Διονυσίου περὶ φίλου καὶ μὴ ἐπιτυγχάνων εἰς πόδας αὐτοῦ ἔπεσε˙ πρὸς οὖν τὸν ἐπισκώψαντα, "Οὐκ ἐγώ," φησίν, "αἴτιος, ἀλλὰ Διονύσιος ὁ ἐν τοῖς ποσὶ τὰς ἀκοὰς ἔχων." Διατρίβων ἐν Ἀσίᾳ καὶ ληφθεὶς ὑπὸ Ἀρταφέρνου τοῦ σατράπου, πρὸς τὸν εἰπόντα, "Καὶ [14615] ὧδε θαρρεῖς;", "Πότε γάρ," εἶπεν, "ὦ μάταιε, θαρρήσαιμι ἂν μᾶλλον ἢ νῦν, ὅτε μέλλω Ἀρταφέρνῃ διαλέξεσθαι;" Τοὺς τῶν ἐγκυκλίων παιδευμάτων μετασχόντας, φιλοσοφίας [1471] δὲ ἀπολειφθέντας ὁμοίους ἔλεγεν εἶναι τοῖς τῆς Πηνελόπης μνηστῆρσι˙ καὶ γὰρ ἐκείνους Μελανθὼ μὲν καὶ Πολυδώραν καὶ τὰς ἄλλας θεραπαίνας ἔχειν, πάντα δὲ μᾶλλον ἢ αὐτὴν τὴν δέσποιναν δύνασθαι γῆμαι.