[79] Ἔτι τῶν λόγων οἱ μὲν ἀληθεῖς εἰσιν, οἱ δὲ ψευδεῖς. ἀληθεῖς μὲν οὖν εἰσι λόγοι οἱ δι' ἀληθῶν συνάγοντες, οἷον "εἰ ἡ ἀρετὴ ὠφελεῖ, ἡ κακία βλάπτει˙ 〈ἀλλὰ μὴν ὠφελεῖ ἡ ἀρετή˙ ἡ κακία ἄρα βλάπτει〉." ψευδεῖς δέ εἰσιν οἱ τῶν λημμάτων ἔχοντές τι ψεῦδος ἢ ἀπέραντοι ὄντες, οἷον "εἰ ἡμέρα ἐστί, φῶς ἐστιν˙ ἡμέρα δέ ἐστι˙ ζῇ ἄρα Δίων." καὶ δυνατοὶ δ' εἰσὶ λόγοι καὶ ἀδύνατοι καὶ ἀναγκαῖοι καὶ οὐκ ἀναγκαῖοι˙ εἰσὶ δὲ καὶ ἀναπόδεικτοί τινες, τῷ μὴ χρῄζειν ἀποδείξεως, ἄλλοι μὲν παρ' ἄλλοις, παρὰ δὲ τῷ Χρυσίππῳ πέντε, δι' ὧν πᾶς λόγος πλέκεται˙ οἵτινες λαμβάνονται ἐπὶ τῶν περαντικῶν καὶ ἐπὶ τῶν συλλογισμῶν καὶ ἐπὶ τῶν τροπικῶν. [79] Ἔτι τῶν λόγων οἱ μὲν ἀληθεῖς εἰσιν, οἱ δὲ ψευδεῖς. ἀληθεῖς μὲν οὖν εἰσι λόγοι οἱ δι' ἀληθῶν συνάγοντες, οἷον "εἰ ἡ ἀρετὴ ὠφελεῖ, ἡ κακία βλάπτει˙ 〈ἀλλὰ μὴν ὠφελεῖ ἡ ἀρετή˙ ἡ κακία ἄρα βλάπτει〉." ψευδεῖς δέ εἰσιν οἱ τῶν λημμάτων ἔχοντές τι ψεῦδος ἢ ἀπέραντοι ὄντες, οἷον "εἰ ἡμέρα ἐστί, φῶς ἐστιν˙ ἡμέρα δέ ἐστι˙ ζῇ ἄρα Δίων." καὶ δυνατοὶ δ' εἰσὶ λόγοι καὶ ἀδύνατοι καὶ ἀναγκαῖοι καὶ οὐκ ἀναγκαῖοι˙ εἰσὶ δὲ καὶ ἀναπόδεικτοί τινες, τῷ μὴ χρῄζειν ἀποδείξεως, ἄλλοι μὲν παρ' ἄλλοις, παρὰ δὲ τῷ Χρυσίππῳ πέντε, δι' ὧν πᾶς λόγος πλέκεται˙ οἵτινες λαμβάνονται ἐπὶ τῶν περαντικῶν καὶ ἐπὶ τῶν συλλογισμῶν καὶ ἐπὶ τῶν τροπικῶν. [79] Ἔτι τῶν λόγων οἱ μὲν ἀληθεῖς εἰσιν, οἱ δὲ ψευδεῖς. Ἀληθεῖς μὲν οὖν εἰσι λόγοι οἱ δι' ἀληθῶν συνάγοντες, [49120] οἷον Εἰ ἡ ἀρετὴ ὠφελεῖ, ἡ κακία βλάπτει˙ 〈ἀλλὰ μὴν ὠφελεῖ ἡ ἀρετή˙ ἡ κακία ἄρα βλάπτει〉. Ψευδεῖς δέ εἰσιν οἱ τῶν λημμάτων ἔχοντές τι ψεῦδος ἢ ἀπέραντοι ὄντες, οἷον Εἰ ἡμέρα ἐστί, φῶς ἐστιν˙ ἡμέρα δέ ἐστι˙ ζῇ ἄρα Δίων. Καὶ δυνατοὶ δὲ εἰσὶ λόγοι καὶ ἀδύνατοι καὶ ἀναγκαῖοι [49125] καὶ οὐκ ἀναγκαῖοι. [4921] Εἰσὶ δὲ καὶ ἀναπόδεικτοί τινες, τῷ μὴ χρῄζειν ἀποδείξεως, ἄλλοι μὲν παρ' ἄλλοις, παρὰ δὲ τῷ Χρυσίππῳ πέντε, δι' ὧν πᾶς λόγος πλέκεται˙ οἵτινες λαμβάνονται ἐπὶ τῶν περαντικῶν καὶ ἐπὶ τῶν συλλογισμῶν καὶ ἐπὶ τῶν [4925] τροπικῶν.