[80] τὸ δ' ὅμοιον καὶ Ἀρίστων (SVF I. 349)˙ τὸν γὰρ Ὀδυσσέα καταβάντα εἰς ᾅδου τοὺς μὲν νεκροὺς πάντας σχεδὸν ἑωρακέναι καὶ συντετυχηκέναι, τὴν δὲ βασίλισσαν αὐτὴν μὴ τεθεᾶσθαι.
Ὁ δ' οὖν Ἀρίστιππος ἐρωτηθεὶς τίνα ἐστὶν ἃ δεῖ τοὺς καλοὺς παῖδας μανθάνειν, ἔφη, "οἷς ἄνδρες γενόμενοι χρήσονται." πρὸς τὸν εἰπόντα ἐν αἰτίᾳ ὡς ἀπὸ Σωκράτους πρὸς Διονύσιον ἔλθοι, "ἀλλὰ πρὸς Σωκράτην μέν," εἶπεν, "ἦλθον παιδείας ἕνεκεν, πρὸς δὲ Διονύσιον παιδιᾶς." ἐξ ὁμιλίας αὐτῷ χρηματισαμένῳ φησὶ Σωκράτης, "πόθεν σοι τοσαῦτα;" καὶ ὅς, "ὅθεν σοι τὰ ὀλίγα."
[80] τὸ δ' ὅμοιον καὶ Ἀρίστων˙ τὸν γὰρ Ὀδυσσέα καταβάντα εἰς ᾅδου τοὺς μὲν νεκροὺς πάντας σχεδὸν ἑωρακέναι καὶ συντετυχηκέναι, τὴν δὲ βασίλισσαν αὐτὴν μὴ τεθεᾶσθαι.
Ὁ δ' οὖν Ἀρίστιππος ἐρωτηθεὶς τίνα ἐστὶν ἃ δεῖ τοὺς καλοὺς παῖδας μανθάνειν, ἔφη, "οἷς ἄνδρες γενόμενοι χρήσονται." πρὸς τὸν εἰπόντα ἐν αἰτίᾳ ὡς ἀπὸ Σωκράτους πρὸς Διονύσιον ἔλθοι, "ἀλλὰ πρὸς Σωκράτην μέν," εἶπεν, "ἦλθον παιδείας ἕνεκεν, πρὸς δὲ Διονύσιον παιδιᾶς." ἐξ ὁμιλίας αὐτῷ χρηματισαμένῳ φησὶ Σωκράτης, "πόθεν σοι τοσαῦτα;" καὶ ὅς, "ὅθεν σοι τὰ ὀλίγα."
[80] Τὸ δ' [1475] ὅμοιον καὶ Ἀρίστων˙ τὸν γὰρ Ὀδυσσέα καταβάντα εἰς ᾅδου τοὺς μὲν νεκροὺς πάντας σχεδὸν ἑωρακέναι καὶ συντετυχηκέναι, τὴν δὲ βασίλισσαν αὐτὴν μὴ θεάσασθαι.
Ὁ δ' οὖν Ἀρίστιππος ἐρωτηθεὶς τίνα ἐστὶν ἃ δεῖ τοὺς καλοὺς παῖδας μανθάνειν, ἔφη, "Οἷς ἄνδρες γενόμενοι
[14710] χρήσονται." Πρὸς τὸν εἰπόντα ἐν αἰτίᾳ ὡς ἀπὸ Σωκράτους πρὸς Διονύσιον ἔλθοι, " Ἀλλὰ πρὸς Σωκράτην μέν," εἶπεν, "ἦλθον παιδείας δεόμενος, πρὸς δὲ Διονύσιον παιδιᾶς." Ἐξ ὁμιλίας αὐτῷ χρηματισαμένῳ φησὶ Σωκράτης, "Πόθεν σοι τοσαῦτα;" Καὶ ὅς, " Ὅθεν σοι τὰ ὀλίγα."