[80] πρῶτος δέ ἐστιν ἀναπόδεικτος ἐν ᾧ πᾶς λόγος συντάσσεται ἐκ συνημμένου καὶ τοῦ ἡγουμένου, ἀφ' οὗ ἄρχεται τὸ συνημμένον καὶ τὸ λῆγον ἐπιφέρει, οἷον "εἰ τὸ πρῶτον, τὸ δεύτερον˙ ἀλλὰ μὴν τὸ πρῶτον˙ τὸ ἄρα δεύτερον." δεύτερος δ' ἐστὶν ἀναπόδεικτος ὁ διὰ συνημμένου καὶ τοῦ ἀντικειμένου τοῦ λήγοντος τὸ ἀντικείμενον τοῦ ἡγουμένου ἔχων συμπέρασμα, οἷον "εἰ ἡμέρα ἐστί, φῶς ἐστιν˙ ἀλλὰ μὴν φῶς οὐκ ἔστιν˙ οὐκ ἄρα ἡμέρα ἐστίν." ἡ γὰρ πρόσληψις γίνεται ἐκ τοῦ ἀντικειμένου τῷ λήγοντι καὶ ἡ ἐπιφορὰ ἐκ τοῦ ἀντικειμένου τῷ ἡγουμένῳ. τρίτος δέ ἐστιν ἀναπόδεικτος ὁ δι' ἀποφατικῆς συμπλοκῆς καὶ ἑνὸς τῶν ἐν τῇ συμπλοκῇ ἐπιφέρων τὸ ἀντικείμενον τοῦ λοιποῦ, οἷον "οὐχὶ τέθνηκε Πλάτων καὶ ζῇ Πλάτων˙ ἀλλὰ μὴν τέθνηκε Πλάτων˙ οὐκ ἄρα ζῇ Πλάτων." [80] πρῶτος δέ ἐστιν ἀναπόδεικτος ἐν ᾧ πᾶς λόγος συντάσσεται ἐκ συνημμένου καὶ τοῦ ἡγουμένου, ἀφ' οὗ ἄρχεται τὸ συνημμένον καὶ τὸ λῆγον ἐπιφέρει, οἷον "εἰ τὸ πρῶτον, τὸ δεύτερον˙ ἀλλὰ μὴν τὸ πρῶτον˙ τὸ ἄρα δεύτερον." δεύτερος δ' ἐστὶν ἀναπόδεικτος ὁ διὰ συνημμένου καὶ τοῦ ἀντικειμένου τοῦ λήγοντος τὸ ἀντικείμενον τοῦ ἡγουμένου ἔχων συμπέρασμα, οἷον "εἰ ἡμέρα ἐστί, φῶς ἐστιν˙ ἀλλὰ μὴν νύξ ἔστιν˙ οὐκ ἄρα ἡμέρα ἐστίν." ἡ γὰρ πρόσληψις γίνεται ἐκ τοῦ ἀντικειμένου τῷ λήγοντι καὶ ἡ ἐπιφορὰ ἐκ τοῦ ἀντικειμένου τῷ ἡγουμένῳ. τρίτος δέ ἐστιν ἀναπόδεικτος ὁ δι' ἀποφατικῆς συμπλοκῆς καὶ ἑνὸς τῶν ἐν τῇ συμπλοκῇ ἐπιφέρων τὸ ἀντικείμενον τοῦ λοιποῦ, οἷον "οὐχὶ τέθνηκε Πλάτων καὶ ζῇ Πλάτων˙ ἀλλὰ μὴν τέθνηκε Πλάτων˙ οὐκ ἄρα ζῇ Πλάτων." [80] Πρῶτος δ' ἐστιν ἀναπόδεικτος ἐν ᾧ πᾶς λόγος συντάσσεται ἐκ συνημμένου καὶ τοῦ ἡγουμένου, ἀφ' οὗ ἄρχεται τὸ συνημμένον, 〈ἐξ οὗ〉 τὸ λῆγον ἐπιφέρει, οἷον Εἰ τὸ πρῶτον, τὸ δεύτερον˙ ἀλλὰ μὴν τὸ πρῶτον˙ τὸ ἄρα δεύτερον. Δεύτερος δ' ἐστὶν ἀναπόδεικτος ὁ διὰ συνημμένου [49210] καὶ τοῦ ἀντικειμένου τοῦ λήγοντος τὸ ἀντικείμενον τοῦ ἡγουμένου ἔχων συμπέρασμα, οἷον Εἰ ἡμέρα ἐστί, φῶς ἐστιν˙ ἀλλὰ μὴν οὐχὶ φῶς ἔστιν˙ οὐκ ἄρα ἡμέρα ἐστίν. Ἡ γὰρ πρόσληψις γίνεται ἐκ τοῦ ἀντικειμένου τῷ λήγοντι καὶ ἡ ἐπιφορὰ ἐκ τοῦ ἀντικειμένου τῷ ἡγουμένῳ. Τρίτος [49215] δ' ἐστιν ἀναπόδεικτος ὁ δι' ἀποφατικοῦ συμπλοκῆς καὶ ἑνὸς τῶν ἐν τῇ συμπλοκῇ ἐπιφέρων τὸ ἀντικείμενον τοῦ λοιποῦ, οἷον Οὐχὶ τέθνηκε Πλάτων καὶ ζῇ Πλάτων˙ ἀλλὰ μὴν τέθνηκε Πλάτων˙ οὐκ ἄρα ζῇ Πλάτων.