[81] Τῶν ἀγαθῶν ἄρα τρία εἴδη ἐστί˙ τὰ μὲν ἐν ψυχῇ, τὰ δὲ ἐν σώματι, τὰ δὲ ἐκτός. τῆς φιλίας τρία εἴδη˙ ἡ μὲν γὰρ αὐτῆς ἐστι φυσική, ἡ δὲ ἑταιρική, ἡ δὲ ξενική˙ φυσικὴν μὲν οὖν ταύτην λέγομεν ἣν οἱ γονεῖς πρὸς τὰ ἔκγονα ἔχουσι καὶ οἱ συγγενεῖς πρὸς ἀλλήλους˙ ταύτης δὲ κεκλήρωται καὶ τἆλλα ζῷα. ἑταιρικὴν δὲ καλοῦμεν τὴν ἀπὸ συνηθείας γινομένην καὶ μηδὲν προσήκουσαν γένει, ἀλλ' οἷον ἡ Πυλάδου πρὸς Ὀρέστην. ἡ δὲ ξενικὴ φιλία ἡ ἀπὸ συστάσεως καὶ διὰ γραμμάτων γινομένη πρὸς τοὺς ξένους. τῆς ἄρα φιλίας ἡ μέν ἐστι φυσική, ἡ δὲ ἑταιρική, ἡ δὲ ξενική˙ προστιθέασι δέ τινες τετάρτην ἐρωτικήν. [81] Τῶν ἀγαθῶν ἄρα τρία εἴδη ἐστί˙ τὰ μὲν ἐν ψυχῇ, τὰ δὲ ἐν σώματι, τὰ δὲ ἐκτός. τῆς φιλίας τρία εἴδη˙ ἡ μὲν γὰρ αὐτῆς ἐστι φυσική, ἡ δὲ ἑταιρική, ἡ δὲ ξενική˙ φυσικὴν μὲν οὖν ταύτην λέγομεν ἣν οἱ γονεῖς πρὸς τὰ ἔκγονα ἔχουσι καὶ οἱ συγγενεῖς πρὸς ἀλλήλους˙ ταύτης δὲ κεκλήρωται καὶ τἆλλα ζῷα. ἑταιρικὴν δὲ καλοῦμεν τὴν ἀπὸ συνηθείας γινομένην καὶ μηδὲν προσήκουσαν γένει, ἀλλ' οἷον ἡ Πυλάδου πρὸς Ὀρέστην. ἡ δὲ ξενικὴ φιλία ἡ ἀπὸ συστάσεως καὶ διὰ γραμμάτων γινομένη πρὸς τοὺς ξένους. τῆς ἄρα φιλίας ἡ μέν ἐστι φυσική, ἡ δὲ ἑταιρική, ἡ δὲ ξενική˙ προστιθέασι δέ τινες τετάρτην ἐρωτικήν.

[81] [2401] Τῶν ἀγαθῶν ἄρα τρία εἴδη ἐστί˙ τὰ μὲν ἐν ψυχῇ, τὰ δὲ ἐν σώματι, τὰ δὲ ἐκτός.
Τῆς φιλίας τρία 〈ἐστὶν〉 εἴδη˙ ἡ μὲν γὰρ αὐτῆς ἐστι φυσική, ἡ δὲ ἑταιρική, ἡ δὲ ξενική˙ φυσικὴν μὲν οὖν ταύτην λέγομεν ἣν οἱ γονεῖς πρὸς τὰ ἔκγονα ἔχουσι καὶ οἱ συγγενεῖς πρὸς ἀλλήλους˙ ταύτης δὲ κεκλήρωται καὶ τἆλλα
[2405] ζῷα. Ἑταιρικὴν δὲ καλοῦμεν τὴν ἀπὸ συνηθείας γινομένην καὶ μηδὲν προσήκουσαν γένει, ἀλλ' οἷον ἡ Πυλάδου πρὸς Ὀρέστην. Ἡ δὲ ξενικὴ φιλία ἡ ἀπὸ συστάσεως καὶ διὰ γραμμάτων γινομένη πρὸς τοὺς ξένους. Τῆς ἄρα φιλίας ἡ μέν ἐστι φυσική, ἡ δὲ ἑταιρική, ἡ δὲ ξενική˙ [24010] προστιθέασι δέ τινες τετάρτην ἐρωτικήν.