[81] Γεγόνασι δὲ Διογένεις πέντε˙ πρῶτος Ἀπολλωνιάτης, φυσικός˙ ἀρχὴ δ' αὐτῷ τοῦ συγγράμματος ἥδε˙ (DK 64 B 1)

"Λόγου παντὸς ἀρχόμενον δοκεῖ μοι χρεὼν εἶναι τὴν ἀρχὴν ἀναμφισβήτητον παρέχεσθαι."

δεύτερος Σικυώνιος (FGrH 503 T 1), ὁ γράψας τὰ περὶ Πελοπόννησον˙ τρίτος αὐτὸς οὗτος˙ τέταρτος στωικός, γένος Σελευκεύς, ὁ καὶ Βαβυλώνιος καλούμενος (SVF III, p. 210, fg. 2) διὰ τὴν γειτονίαν˙ πέμπτος Ταρσεύς, γεγραφὼς περὶ ποιητικῶν ζητημάτων ἃ λύειν ἐπιχειρεῖ.
Τὸν δὴ φιλόσοφον Ἀθηνόδωρός φησιν ἐν ὀγδόῃ Περιπάτων ἀεὶ στιλπνὸν φαίνεσθαι διὰ τὸ ἀλείφεσθαι.

[81] Γεγόνασι δὲ Διογένεις πέντε˙ πρῶτος Ἀπολλωνιάτης, φυσικός˙ ἀρχὴ δ' αὐτῷ τοῦ συγγράμματος ἥδε˙

"Λόγου παντὸς ἀρχόμενον δοκεῖ μοι χρεὼν εἶναι τὴν ἀρχὴν ἀναμφισβήτητον παρέχεσθαι."

δεύτερος Σικυώνιος, ὁ γράψας τὰ περὶ Πελοπόννησον˙ τρίτος αὐτὸς οὗτος˙ τέταρτος στωικός, γένος Σελευκεύς, ὁ καὶ Βαβυλώνιος καλούμενος διὰ τὴν γειτονίαν˙ πέμπτος Ταρσεύς, γεγραφὼς περὶ ποιητικῶν ζητημάτων ἃ λύειν ἐπιχειρεῖ.
Τὸν δὴ φιλόσοφον Ἀθηνόδωρός φησιν ἐν ὀγδόῃ Περιπάτων ἀεὶ στιλπνὸν φαίνεσθαι διὰ τὸ ἀλείφεσθαι.

[81] Γεγόνασι δὲ Διογένεις πέντε˙ πρῶτος Ἀπολλωνιάτης, φυσικός˙ ἀρχὴ δ' αὐτῷ τοῦ συγγράμματος ἥδε˙

"Λόγου παντὸς ἀρχόμενον δοκεῖ μοι χρεὼν εἶναι τὴν ἀρχὴν ἀναμφισβήτητον [42720] παρέχεσθαι."

Δεύτερος Σικυώνιος , ὁ γράψας τὰ περὶ Πελοπόννησον˙ τρίτος αὐτὸς οὗτος˙ τέταρτος Στωϊκός, γένος Σελευκεύς, καλούμενος δὲ Βαβυλώνιος διὰ [4281] τὴν γειτονίαν˙ πέμπτος Ταρσεύς, γεγραφὼς περὶ ποιητικῶν ζητημάτων ἃ λύειν ἐπιχειρεῖ.
Τὸν δὴ φιλόσοφον Ἀθηνόδωρός φησιν ἐν ὀγδόῃ Περιπάτων ἀεὶ στιλπνὸν φαίνεσθαι διὰ τὸ ἀλείφεσθαι.