[81] Ἑταίρας εἰπούσης πρὸς αὐτόν, "ἐκ σοῦ κυῶ," "οὐ μᾶλλον," ἔφη, "γινώσκεις ἢ εἰ δι' ὁλοσχοίνων ἰοῦσα ἔφασκες ὑπὸ τοῦδε κεκεντῆσθαι." ᾐτιάσατό τις αὐτὸν τὸν υἱὸν ἀπορριπτοῦντα ὥσπερ οὐκ ἐξ ἑαυτοῦ γεγονότα˙ καὶ ὅς, "καὶ τὸ φλέγμα," φησί, "καὶ τοὺς φθεῖρας ἐξ ἡμῶν ἴσμεν γεννωμένους, ἀλλ' ἀχρεῖα ὄντα ὡς πορρωτάτω ῥιπτοῦμεν." ἐνδεξάμενος τὸ ἀργύριον παρὰ Διονυσίου, Πλάτωνος ἄραντος βιβλίον, πρὸς τὸν αἰτιασάμενον, "ἐγὼ μὲν γάρ," εἶπεν, "ἀργυρίων, Πλάτων δὲ βιβλίων ἐστὶν ἐνδεής." πρὸς τὸν εἰπόντα τίνος ἕνεκα ἐλέγχεται παρὰ Διονυσίου, "οὗ ἕνεκα," φησίν, "οἱ ἄλλοι ἐλέγχουσιν." [81] Ἑταίρας εἰπούσης πρὸς αὐτόν, "ἐκ σοῦ κυῶ," "οὐ μᾶλλον," ἔφη, "γινώσκεις ἢ εἰ δι' ὁλοσχοίνων ἰοῦσα ἔφασκες ὑπὸ τοῦδε κεκεντῆσθαι." ᾐτιάσατό τις αὐτὸν τὸν υἱὸν ἀπορριπτοῦντα ὥσπερ οὐκ ἐξ ἑαυτοῦ γεγονότα˙ καὶ ὅς, "καὶ τὸ φλέγμα," φησί, "καὶ τοὺς φθεῖρας ἐξ ἡμῶν ἴσμεν γεννωμένους, ἀλλ' ἀχρεῖα ὄντα ὡς πορρωτάτω ῥιπτοῦμεν." ἐνδεξάμενος τὸ ἀργύριον παρὰ Διονυσίου, Πλάτωνος ἄραντος βιβλίον, πρὸς τὸν αἰτιασάμενον, "ἐγὼ μὲν γάρ," εἶπεν, "ἀργυρίων, Πλάτων δὲ βιβλίων ἐστὶν ἐνδεής." πρὸς τὸν εἰπόντα τίνος ἕνεκα ἐλέγχεται παρὰ Διονυσίου, "οὗ ἕνεκα," φησίν, "οἱ ἄλλοι ἐλέγχουσιν." [81] [14715] Ἑταίρας εἰπούσης πρὸς αὐτόν, " Ἐκ σοῦ κυῶ," "Οὐ μᾶλλον," ἔφη, "γινώσκεις ἢ εἰ δι' ὁλοσχοίνων ἰοῦσα ἔφασκες ὑπὸ τοῦδε κεκεντῆσθαι." Ἠιτιάσατό τις αὐτὸν ὡς τὸν υἱὸν ἀπορριπτοῦντα ὥσπερ οὐκ ἐξ ἑαυτοῦ γεγονότα˙ καὶ ὅς, "Καὶ τὸ φλέγμα," φησί, "καὶ τοὺς φθεῖρας ἐξ ἡμῶν [14720] ἴσμεν γεννωμένους, ἀλλ' ἀχρεῖα ὄντα ὡς πορρωτάτω ῥιπτοῦμεν." Ἐκλεξάμενος τὸ ἀργύριον παρὰ Διονυσίου, [1481] Πλάτωνος ἄραντος βιβλίον, πρὸς τὸν αἰτιασάμενον, " Ἐγὼ μὲν γάρ," εἶπεν, "ἀργυρίων, Πλάτων δὲ βιβλίων ἐστὶν ἐνδεής." Πρὸς τὸν εἰπόντα τίνος ἕνεκα ἐλέγχετα ὑπὸ Διονυσίου, "Οὗ ἕνεκα," φησίν, "οἱ ἄλλοι 〈αὐτὸν〉 [1485] ἐλέγχουσιν."