[81] τέταρτος δέ ἐστιν ἀναπόδεικτος ὁ διὰ διεζευγμένου καὶ ἑνὸς τῶν ἐν τῷ διεζευγμένῳ τὸ ἀντικείμενον τοῦ λοιποῦ ἔχων συμπέρασμα, οἷον "ἤτοι τὸ πρῶτον ἢ τὸ δεύτερον˙ ἀλλὰ μὴν τὸ πρῶτον˙ οὐκ ἄρα τὸ δεύτερον." πέμπτος δέ ἐστιν ἀναπόδεικτος ἐν ᾧ πᾶς λόγος συντάσσεται ἐκ διεζευγμένου καὶ 〈τοῦ〉 ἑνὸς τῶν ἐν τῷ διεζευγμένῳ ἀντικειμένου καὶ ἐπιφέρει τὸ λοιπόν, οἷον "ἤτοι ἡμέρα ἐστὶν ἢ νύξ ἐστιν˙ οὐχὶ δὲ νύξ ἐστιν˙ ἡμέρα ἄρα ἐστίν."
Ἐπ' ἀληθεῖ δ' ἀληθὲς ἕπεται κατὰ τοὺς Στωικούς, ὡς τῷ "ἡμέρα ἐστὶ" τὸ "φῶς ἐστι"˙ καὶ ψεύδει ψεῦδος, ὡς τῷ"νύξ ἐστι"ψεύδει τὸ"σκότος ἐστί"˙ καὶ ψεύδει ἀληθές, ὡς τῷ"ἵπτασθαι τὴν γῆν"τὸ"εἶναι τὴν γῆν."ἀληθεῖ μέντοι ψεῦδος οὐκ ἀκολουθεῖ˙ τῷ γὰρ "εἶναι τὴν γῆν" τὸ "πέτεσθαι τὴν γῆν" οὐκ ἀκολουθεῖ.
[81] τέταρτος δέ ἐστιν ἀναπόδεικτος ὁ διὰ διεζευγμένου καὶ ἑνὸς τῶν ἐν τῷ διεζευγμένῳ τὸ ἀντικείμενον τοῦ λοιποῦ ἔχων συμπέρασμα, οἷον "ἤτοι τὸ πρῶτον ἢ τὸ δεύτερον˙ ἀλλὰ μὴν τὸ πρῶτον˙ οὐκ ἄρα τὸ δεύτερον." πέμπτος δέ ἐστιν ἀναπόδεικτος ἐν ᾧ πᾶς λόγος συντάσσεται ἐκ διεζευγμένου καὶ ἑνὸς τῶν ἐν τῷ διεζευγμένῳ ἀντικειμένων καὶ ἐπιφέρει τὸ λοιπόν, οἷον "ἤτοι ἡμέρα ἐστὶν ἢ νύξ ἐστιν˙ οὐχὶ δὲ νύξ ἐστιν˙ ἡμέρα ἄρα ἐστίν."
Ἐπ' ἀληθεῖ δ' ἀληθὲς ἕπεται κατὰ τοὺς Στωικούς, ὡς τῷ "ἡμέρα ἐστὶ" τὸ "φῶς ἐστι"˙ καὶ ψεύδει ψεῦδος, ὡς τῷ "νύξ ἐστι" ψεύδει τὸ "σκότος ἐστί"˙ καὶ ψεύδει ἀληθές, ὡς τῷ "ἵπτασθαι τὴν γῆν" τὸ "εἶναι τὴν γῆν." ἀληθεῖ μέντοι ψεῦδος οὐκ ἀκολουθεῖ˙ τῷ γὰρ "εἶναι τὴν γῆν" τὸ "πέτεσθαι τὴν γῆν" οὐκ ἀκολουθεῖ.
[81] Τέταρτος δέ ἐστιν ἀναπόδεικτος ὁ διὰ διεζευγμένου καὶ ἑνὸς τῶν ἐν [49220] τῷ διεζευγμένῳ τὸ ἀντικείμενον τοῦ λοιποῦ ἔχων συμπέρασμα, οἷον Ἤτοι τὸ πρῶτον ἢ τὸ δεύτερον˙ ἀλλὰ μὴν τὸ πρῶτον˙ οὐκ ἄρα τὸ δεύτερον. Πέμπτος δέ ἐστιν ἀναπόδεικτος ἐν ᾧ πᾶς λόγος συντάσσεται ἐκ διεζευγμένου καὶ [4931] 〈τοῦ〉 ἑνὸς τῶν ἐν τῷ διεζευγμένῳ ἀντικειμένου καὶ ἐπιφέρει τὸ λοιπόν, οἷον Ἤτοι ἡμέρα ἐστὶν ἢ νύξ ἐστιν˙ οὐχὶ δὲ νύξ ἐστιν˙ ἡμέρα ἄρα ἐστίν.
Ἐπ' ἀληθεῖ δὲ ἀληθὲς ἕπεται κατὰ τοὺς Στωϊκούς, ὡς
[4935] τῷ "ἡμέρα ἐστὶ" τὸ "φῶς ἐστι"˙ καὶ ψεύδει ψεῦδος, ὡς τῷ "νύξ ἐστι" ψεύδει 〈ὄντι〉 τὸ "σκότος ἐστί"˙ καὶ ψεύδει ἀληθές, ὡς τῷ "ἵπτασθαι τὴν γῆν" τὸ "εἶναι τὴν γῆν." Ἀληθεῖ μέντοι ψεῦδος οὐκ ἀκολουθεῖ˙ τῷ γὰρ "εἶναι τὴν γῆν" τὸ "πέτεσθαι τὴν γῆν" οὐκ ἀκολουθεῖ.