[82] Ἤιτει Διονύσιον ἀργύριον, καὶ ὅς, "ἀλλὰ μὴν ἔφης οὐκ ἀπορήσειν τὸν σοφόν˙" ὁ δ' ὑπολαβών, "δός," εἶπε, "καὶ περὶ τούτου ζητῶμεν." δόντος δέ, "ὁρᾷς," ἔφη, "ὅτι οὐκ ἠπόρηκα;" εἰπόντος πρὸς αὐτὸν Διονυσίου (Soph. 789 N2)˙

ὅστις γὰρ ὡς τύραννον ἐμπορεύεται,
κείνου 'στὶ δοῦλος, κἂν ἐλεύθερος μόλῃ˙

ὑπολαβών,

οὐκ ἔστι δοῦλος, ἂν ἐλεύθερος μόλῃ.
τοῦτο Διοκλῆς φησιν ἐν τῷ Περὶ βίων φιλοσόφων˙ ἄλλοι γὰρ εἰς Πλάτωνα ἀναφέρουσιν.
ὀργισθεὶς πρὸς Αἰσχίνην μετ' οὐ πολύ, "οὐ διαλλαχθησόμεθα, οὐ παυσόμεθα," εἶπε, "ληροῦντες, ἀλλ' ἀναμενεῖς ἕως ἂν ἐπὶ τῆς κύλικος ἡμᾶς διαλλάξῃ τις;" καὶ ὅς, "ἄσμενος," ἔφη.

[82] Ἤιτει Διονύσιον ἀργύριον, καὶ ὅς, "ἀλλὰ μὴν ἔφης οὐκ ἀπορήσειν τὸν σοφόν˙" ὁ δ' ὑπολαβών, "δός," εἶπε, "καὶ περὶ τούτου ζητῶμεν." δόντος δέ, "ὁρᾷς," ἔφη, "ὅτι οὐκ ἠπόρηκα;" εἰπόντος πρὸς αὐτὸν Διονυσίου˙

ὅστις γὰρ ὡς τύραννον ἐμπορεύεται,
κείνου 'στὶ δοῦλος, κἂν ἐλεύθερος μόλῃ˙

ὑπολαβών,

οὐκ ἔστι δοῦλος, ἂν ἐλεύθερος μόλῃ.

τοῦτο Διοκλῆς φησιν ἐν τῷ Περὶ βίων φιλοσόφων˙ ἄλλοι γὰρ εἰς Πλάτωνα ἀναφέρουσιν.
ὀργισθεὶς πρὸς Αἰσχίνην μετ' οὐ πολύ, "οὐ διαλλαχθησόμεθα, οὐ παυσόμεθα," εἶπε, "ληροῦντες, ἀλλ' ἀναμενεῖς ἕως ἂν ἐπὶ τῆς κύλικος ἡμᾶς διαλλάξῃ τις;" καὶ ὅς, "ἄσμενος," ἔφη.

[82] Ἤιτει Διονύσιον ἀργύριον, καὶ ὅς, " Ἀλλὰ μὴν ἔφης οὐκ ἀπορήσειν τὸν σοφόν˙" ὁ δ' ὑπολαβών, "Δός," εἶπε, "καὶ περὶ τούτου ζητῶμεν." Δόντος δέ, " Ὁρᾷς," ἔφη, "ὅτι οὐκ ἠπόρηκα;" Εἰπόντος πρὸς αὐτὸν Διονυσίου˙

[14810] Ὅστις γὰρ ὡς τύραννον ἐμπορεύεται,
κείνου 'στὶ δοῦλος, κἂν ἐλεύθερος μόλῃ˙

ὑπολαβών εἶπεν˙

οὐκ ἔστι δοῦλος, ἂν ἐλεύθερος μόλῃ.
Τοῦτο Διοκλῆς φησιν ἐν τῷ Περὶ βίων φιλοσόφων˙ ἄλλοι
[14815] δὲ εἰς Πλάτωνα ἀναφέρουσιν. Ὀργισθεὶς πρὸς Αἰσχίνην μετ' οὐ πολύ, "Οὐ διαλλαχθησόμεθα, οὐ παυσόμεθα," εἶπε, "ληροῦντες, ἀλλὰ ἀναμενεῖς ἕως ἂν τις ἡμᾶς ἐπὶ τῆς [1491] κύλικος φλυαρῶν διαλλάξῃ;" Καὶ ὅς˙ " Ἄσμενος," ἔφη.