[83] ἡ δὲ ἐν Λακεδαίμονι καὶ Μακεδονίᾳ κατὰ γένος˙ ἀπὸ γάρ τινος γένους ποιοῦνται τὴν βασιλείαν. τυραννὶς δέ ἐστιν, ἐν ᾗ παρακρουσθέντες ἢ βιασθέντες ὑπό τινος ἄρχονται. τῆς ἄρα πολιτείας ἡ μέν ἐστι δημοκρατία, ἡ δὲ ἀριστοκρατία, ἡ δὲ ὀλιγαρχία, ἡ δὲ βασιλεία, ἡ δὲ τυραννίς.
Τῆς δὲ δικαιοσύνης ἐστὶν εἴδη τρία˙ ἡ μὲν γὰρ αὐτῆς ἐστι περὶ θεούς, ἡ δὲ περὶ ἀνθρώπους, ἡ δὲ περὶ τοὺς ἀποιχομένους. οἱ μὲν γὰρ θύοντες κατὰ νόμους καὶ τῶν ἱερῶν ἐπιμελούμενοι δῆλον ότι περὶ θεοὺς εὐσεβοῦσιν˙ οἱ δὲ δάνεια ἀποδίδοντες καὶ παραθήκας δικαιοπραγοῦσι περὶ ἀνθρώπους˙ οἱ δὲ τῶν μνημείων ἐπιμελούμενοι δηλονότι περὶ τοὺς ἀποιχομένους. τῆς ἄρα δικαιοσύνης ἡ μὲν πρὸς θεούς ἐστιν, ἡ δὲ πρὸς ἀνθρώπους, ἡ δὲ περὶ τοὺς ἀποιχομένους.
[83] ἡ δὲ ἐν Λακεδαίμονι καὶ Μακεδονίᾳ κατὰ γένος˙ ἀπὸ γάρ τινος γένους ποιοῦνται τὴν βασιλείαν. τυραννὶς δέ ἐστιν, ἐν ᾗ παρακρουσθέντες ἢ βιασθέντες ὑπό τινος ἄρχονται. τῆς ἄρα πολιτείας ἡ μέν ἐστι δημοκρατία, ἡ δὲ ἀριστοκρατία, ἡ δὲ ὀλιγαρχία, ἡ δὲ βασιλεία, ἡ δὲ τυραννίς.
Τῆς δὲ δικαιοσύνης ἐστὶν εἴδη τρία˙ ἡ μὲν γὰρ αὐτῆς ἐστι περὶ θεούς, ἡ δὲ περὶ ἀνθρώπους, ἡ δὲ περὶ τοὺς ἀποιχομένους. οἱ μὲν γὰρ θύοντες κατὰ νόμους καὶ τῶν ἱερῶν ἐπιμελούμενοι δῆλον ότι περὶ θεοὺς εὐσεβοῦσιν˙ οἱ δὲ δάνεια ἀποδίδοντες καὶ παραθήκας δικαιοπραγοῦσι περὶ ἀνθρώπους˙ οἱ δὲ τῶν μνημείων ἐπιμελούμενοι δῆλον ότι περὶ τοὺς ἀποιχομένους. τῆς ἄρα δικαιοσύνης ἡ μὲν πρὸς θεούς ἐστιν, ἡ δὲ πρὸς ἀνθρώπους, ἡ δὲ περὶ τοὺς ἀποιχομένους.
[83] Ἡ δὲ ἐν Λακεδαίμονι καὶ Μακεδονίᾳ κατὰ γένος˙ ἀπὸ γάρ τινος γένους ποιοῦνται τὴν βασιλείαν. Τυραννὶς δέ ἐστιν, ἐν ᾗ παρακρουσθέντες ἢ βιασθέντες ὑπό τινος ἄρχονται. Τῆς ἄρα πολιτείας ἡ μέν ἐστι δημοκρατία, ἡ δὲ ἀριστοκρατία, [2415] ἡ δὲ ὀλιγαρχία, ἡ δὲ βασιλεία, ἡ δὲ τυραννίς.
Τῆς [δὲ] δικαιοσύνης ἐστὶν εἴδη τρία˙ ἡ μὲν γὰρ αὐτῆς ἐστι περὶ θεούς, ἡ δὲ περὶ ἀνθρώπους, ἡ δὲ περὶ τοὺς ἀποιχομένους. Οἱ μὲν γὰρ θύοντες κατὰ νόμους καὶ τῶν ἱερῶν
[24110] ἐπιμελούμενοι δῆλον ότι περὶ θεοὺς εὐσεβοῦσιν˙ οἱ δὲ δάνεια ἀποδίδοντες καὶ παραθήκας δικαιοπραγοῦσι περὶ ἀνθρώπους˙ οἱ δὲ τῶν μνημείων ἐπιμελούμενοι δῆλον ότι περὶ τοὺς ἀποιχομένους. Τῆς ἄρα δικαιοσύνης ἡ μὲν περὶ θεούς ἐστιν, ἡ δὲ περὶ ἀνθρώπους, ἡ δὲ περὶ τοὺς ἀποιχομένους.