[41] ἡμεῖς γὰρ ὁπότ' ἀρχόμεθα ζῆν, τότ' ἀποθνῄσκομεν. οὐδὲν οὖν ἀλυσιτελέστερόν ἐστι φιλοδοξίας. ἀλλ' εὐτυχεῖτε καὶ ἤτοι τὸν λόγον ἄφετε - πολὺς γὰρ ὁ πόνος -, ἢ καλῶς αὐτοῦ πρόστητε˙ μεγάλη γὰρ ἡ δόξα. τὸ δὲ κενὸν τοῦ βίου πλεῖον τοῦ συμφέροντος. ἀλλ' ἐμοὶ μὲν οὐκέτ' ἐκποιεῖ βουλεύεσθαι τί πρακτέον, ὑμεῖς δ' ἐπισκέψασθε τί ποιητέον." ταῦτα, φασίν, εἰπὼν ἀπέπνευσε˙ καὶ αὐτόν, ὡς ὁ λόγος, Ἀθηναῖοι πανδημεὶ παρέπεμψαν ποσί, τὸν ἄνδρα τιμήσαντες. Φαβωρῖνος δέ φησι γηράσαντα αὐτὸν ἐν φορείῳ περιφέρεσθαι˙ καὶ τοῦτο λέγειν Ἕρμιππον (FHG III. 46), παρατιθέμενον ἱστορεῖν Ἀρκεσίλαον τὸν Πιταναῖον ἐν οἷς ἔφασκε πρὸς Λακύδην τὸν Κυρηναῖον. [41] ἡμεῖς γὰρ ὁπότ' ἀρχόμεθα ζῆν, τότ' ἀποθνῄσκομεν. οὐδὲν οὖν ἀλυσιτελέστερόν ἐστι φιλοδοξίας. ἀλλ' εὐτυχεῖτε καὶ ἤτοι τὸν λόγον ἄφετε - πολὺς γὰρ ὁ πόνος -, ἢ καλῶς αὐτοῦ πρόστητε˙ μεγάλη γὰρ ἡ δόξα. τὸ δὲ κενὸν τοῦ βίου πλεῖον τοῦ συμφέροντος. ἀλλ' ἐμοὶ μὲν οὐκέτ' ἐκποιεῖ βουλεύεσθαι τί πρακτέον, ὑμεῖς δ' ἐπισκέψασθε τί ποιητέον." ταῦτα, φασίν, εἰπὼν ἀπέπνευσε˙ καὶ αὐτόν, ὡς ὁ λόγος, Ἀθηναῖοι πανδημεὶ παρέπεμψαν ποσί, τὸν ἄνδρα τιμήσαντες. Φαβωρῖνος δέ φησι γηράσαντα αὐτὸν ἐν φορείῳ περιφέρεσθαι˙ καὶ τοῦτο λέγειν Ἕρμιππον, παρατιθέμενον ἱστορεῖν Ἀρκεσίλαον τὸν Πιταναῖον ἐν οἷς ἔφασκε πρὸς Λακύδην τὸν Κυρηναῖον. [41] Ἡμεῖς γὰρ ὁπότ' ἀρχόμεθα ζῆν, τότ' ἀποθνῄσκομεν. Οὐδὲν οὖν ἀλυσιτελέστερόν ἐστι φιλοδοξίας. Ἀλλ' εὐτυχεῖτε καὶ ἤτοι τὸν λόγον ἄφετε (πολὺς γὰρ ὁ πόνος), ἢ καλῶς [33425] αὐτοῦ πρόστητε˙ μεγάλη γὰρ ἡ δόξα. Τὸ δὲ κενὸν τοῦ [3351] βίου πλεῖον τοῦ συμφέροντος. Ἀλλ' ἐμοὶ μὲν οὐκέτ' ἐκποιεῖ βουλεύεσθαι τί πρακτέον, ὑμεῖς δ' ἐπισκέψασθε τί ποιητέον." Ταῦτα, φασίν, εἰπὼν ἀπέπνευσε˙ καὶ αὐτόν, ὡς ὁ λόγος, Ἀθηναῖοι πανδημεὶ παρέπεμψαν ποσί, τὸν [3355] ἄνδρα τιμήσαντες. Φαβωρῖνος δέ φησι γηράσαντα αὐτὸν ἐν φορείῳ περιφέρεσθαι˙ καὶ τοῦτο λέγειν Ἕρμιππον, παρατιθέμενον ἱστορεῖν Ἀρκεσίλαον τὸν Πιταναῖον ἐν οἷς ἔφασκε πρὸς Λακύδην τὸν Κυρηναῖον.