[84] θεούς τ' ἄλλοι ἄλλους ἡγοῦνται˙ καὶ οἱ μὲν προνοεῖσθαι, οἱ δ' οὔ. θάπτουσι δ' Αἰγύπτιοι μὲν ταριχεύοντες, Ῥωμαῖοι δὲ καίοντες, Παίονες δ' εἰς λίμνας ῥιπτοῦντες˙ ὅθεν περὶ τἀληθοῦς ἡ ἐποχή. Ἕκτος ὁ παρὰ τὰς μίξεις καὶ κοινωνίας, καθ' ὃν εἰλικρινῶς οὐδὲν καθ' αὑτὸ φαίνεται, ἀλλὰ σὺν ἀέρι, σὺν φωτί, σὺν ὑγρῷ, σὺν στερεῷ, θερμότητι, ψυχρότητι, κινήσει, ἀναθυμιάσεσιν, ἄλλαις δυνάμεσιν. ἡ γοῦν πορφύρα διάφορον ὑποφαίνει χρῶμα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ λύχνῳ. καὶ τὸ ἡμέτερον χρῶμα ἀλλοῖον ὑπὸ τῇ μεσημβρίᾳ φαίνεται καὶ 〈ὅτε〉 ὁ ἥλιος 〈δύνει〉˙ [84] θεούς τ' ἄλλοι ἄλλους ἡγοῦνται˙ καὶ οἱ μὲν προνοεῖσθαι, οἱ δ' οὔ. θάπτουσι δ' Αἰγύπτιοι μὲν ταριχεύοντες, Ῥωμαῖοι δὲ καίοντες, Παίονες δ' εἰς λίμνας ῥιπτοῦντες˙ ὅθεν περὶ τἀληθοῦς ἡ ἐποχή. Ἕκτος ὁ παρὰ τὰς μίξεις καὶ κοινωνίας, καθ' ὃν εἰλικρινῶς οὐδὲν καθ' αὑτὸ φαίνεται, ἀλλὰ σὺν ἀέρι, σὺν φωτί, σὺν ὑγρῷ, σὺν στερεῷ, θερμότητι, ψυχρότητι, κινήσει, ἀναθυμιάσεσιν, ἄλλαις δυνάμεσιν. ἡ γοῦν πορφύρα διάφορον ὑποφαίνει χρῶμα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ λύχνῳ. καὶ τὸ ἡμέτερον χρῶμα ἀλλοῖον ὑπὸ τῇ μεσημβρίᾳ φαίνεται καὶ * ὑπὸ δύσιν˙ [84] Θεούς τε ἄλλοι ἄλλους ἡγοῦνται˙ καὶ οἱ μὲν προνοεῖσθαι, οἱ δ' οὔ. Θάπτουσι δὲ Αἰγύπτιοι μὲν ταριχεύοντες, Ῥωμαῖοι δὲ καίοντες, Παίονες δ' εἰς τὰς λίμνας ῥιπτοῦντες˙ ὅθεν περὶ τἀληθοῦς ἡ ἐποχή.
Ἕκτος ὁ παρὰ τὰς μίξεις καὶ κοινωνίας, καθ' ὃν εἰλικρινῶς
[69015] οὐδὲν καθ' αὑτὸ φαίνεται, ἀλλὰ σὺν ἀέρι, σὺν φωτί, σὺν ὑγρῷ, σὺν στερεῷ, θερμότητι, ψυχρότητι, κινήσει, ἀναθυμιάσεσιν, ἄλλαις δυνάμεσιν. Ἡ γοῦν πορφύρα διάφορον ὑποφαίνει χρῶμα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ λύχνῳ. Καὶ τὸ ἡμέτερον χρῶμα ἀλλοῖον ὑπὸ τῇ μεσημβρίᾳ [69020] φαίνεται καὶ 〈ὅτε〉 ὁ ἥλιος 〈δύνει〉.