[86] Ἔστι καὶ ἐφημερὶς ἡ θρυλουμένη οὕτως ἔχουσα˙ (PPF 10 B 13)

τίθει μαγείρῳ μνᾶς δέκ', ἰατρῷ δραχμήν,
κόλακι τάλαντα πέντε, συμβούλῳ καπνόν,
πόρνῃ τάλαντον, φιλοσόφῳ τριώβολον.

Ἐκαλεῖτο δὲ καὶ Θυρεπανοίκτης διὰ τὸ εἰς πᾶσαν εἰσιέναι οἰκίαν καὶ νουθετεῖν˙ ἔστιν αὐτοῦ καὶ τόδε˙ (PPF 10 B 8)

ταῦτ' ἔχω ὅσσ' ἔμαθον καὶ ἐφρόντισα καὶ μετὰ Μουσῶν
σέμν' ἐδάην˙ τὰ δὲ πολλὰ καὶ ὄλβια τῦφος ἔμαρψεν.

καὶ ὅτι ἐκ φιλοσοφίας αὐτῷ περιγένοιτο˙ (PPF 10 B 18)

θέρμων τε χοῖνιξ καὶ τὸ μηδενὸς μέλειν.

φέρεται δ' αὐτοῦ κἀκεῖνο˙ (PPF 10 B 14)

ἔρωτα παύει λιμός. εἰ δὲ μή, χρόνος˙
ἐὰν δὲ τούτοις μὴ δύνῃ χρῆσθαι, βρόχος.

[86] Ἔστι καὶ ἐφημερὶς ἡ θρυλουμένη οὕτως ἔχουσα˙

τίθει μαγείρῳ μνᾶς δέκ', ἰατρῷ δραχμήν,
κόλακι τάλαντα πέντε, συμβούλῳ καπνόν,
πόρνῃ τάλαντον, φιλοσόφῳ τριώβολον.

Ἐκαλεῖτο δὲ καὶ Θυρεπανοίκτης διὰ τὸ εἰς πᾶσαν εἰσιέναι οἰκίαν καὶ νουθετεῖν˙ ἔστιν αὐτοῦ καὶ τόδε˙

ταῦτ' ἔχω ὅσσ' ἔμαθον καὶ ἐφρόντισα καὶ μετὰ Μουσῶν
σέμν' ἐδάην˙ τὰ δὲ πολλὰ καὶ ὄλβια τῦφος ἔμαρψεν.

καὶ ὅτι ἐκ φιλοσοφίας αὐτῷ περιγένοιτο˙

θέρμων τε χοῖνιξ καὶ τὸ μηδενὸς μέλειν.

φέρεται δ' αὐτοῦ κἀκεῖνο˙

ἔρωτα παύει λιμός. εἰ δὲ μή, χρόνος˙
ἐὰν δὲ τούτοις μὴ δύνῃ χρῆσθαι, βρόχος.

[86] Ἔστι καὶ ἐφημερὶς ἡ θρυλουμένη οὕτως ἔχουσα˙

[4311] Τίθει μαγείρῳ μνᾶς δέκ', ἰατρῷ δραχμήν,
κόλακι τάλαντα πέντε, συμβούλῳ καπνόν,
πόρνῃ τάλαντον, φιλοσόφῳ τριώβολον.

Ἐκαλεῖτο δὲ καὶ Θυρεπανοίκτης διὰ τὸ εἰς πᾶσαν εἰσιέναι [4315] οἰκίαν καὶ νουθετεῖν˙ Ἔστιν αὐτοῦ καὶ τόδε˙

Ταῦτ' ἔχω ὅσσ' ἔμαθον καὶ ἐφρόντισα καὶ μετὰ Μουσῶν
σέμν' ἐδάην˙ τὰ δὲ πολλὰ καὶ ὄλβια τῦφος ἔμαρψεν.

Καὶ ὅτι ἐκ φιλοσοφίας αὐτῷ περιγένοιτο˙

θέρμων τε χοῖνιξ καὶ τὸ μηδενὸς μέλειν.

[43110] Φέρεται δ' αὐτοῦ κἀκεῖνο˙

Ἔρωτα παύει λιμός. εἰ δὲ μή, χρόνος˙
ἐὰν δὲ τούτοις μὴ δύνῃ χρῆσθαι, βρόχος.