[88] Ἡ μουσικὴ εἰς τρία διαιρεῖται˙ ἔστι γὰρ ἡ μὲν διὰ τοῦ στόματος μόνον, οἷον ἡ ᾠδή˙ δεύτερον δὲ διὰ τοῦ στόματος καὶ τῶν χειρῶν, οἷον ἡ κιθαρῳδία˙ τρίτον ἀπὸ τῶν χειρῶν μόνον, οἷον κιθαριστική. τῆς ἄρα μουσικῆς ἐστι τὸ μὲν ἀπὸ τοῦ στόματος μόνον, τὸ δ' ἀπὸ τοῦ στόματος καὶ τῶν χειρῶν, τὸ δ' ἀπὸ τῶν χειρῶν.
Διαιρεῖται δὲ ἡ εὐγένεια εἰς εἴδη τέτταρα. ἓν μέν, ἐὰν ὦσιν οἱ πρόγονοι καλοὶ κἀγαθοὶ καὶ δίκαιοι, τοὺς ἐκ τούτων γεγεννημένους εὐγενεῖς φασιν εἶναι. ἄλλο δέ, ἂν ὦσιν οἱ πρόγονοι δεδυναστευκότες καὶ ἄρχοντες γεγενημένοι, τοὺς ἐκ τούτων εὐγενεῖς φασιν εἶναι. ἄλλο δέ, ἂν ὦσιν οἱ πρόγονοι ὀνομαστοί, οἷον ἀπὸ στρατηγίας, ἀπὸ στεφανιτῶν ἀγώνων˙ καὶ γὰρ τοὺς ἐκ τούτων γεγεννημένους εὐγενεῖς προσαγορεύομεν.

[88] [24315] Ἡ μουσικὴ εἰς τρία διαιρεῖται˙ ἔστι γὰρ ἡ μὲν διὰ τοῦ στόματος μόνον, οἷον ἡ ᾠδή˙ δεύτερον δὲ διὰ τοῦ στόματος καὶ τῶν χειρῶν, οἷον ἡ κιθαρῳδία˙ τρίτον ἀπὸ τῶν χειρῶν μόνον, οἷον κιθαριστική. Τῆς ἄρα μουσικῆς ἐστι τὸ μὲν ἀπὸ τοῦ στόματος μόνον, τὸ δ' ἀπὸ τοῦ στόματος [24320] καὶ τῶν χειρῶν, τὸ δ' ἀπὸ τῶν χειρῶν.
Διαιρεῖται δὲ ἡ εὐγένεια εἰς εἴδη τέτταρα. Ἓν μέν, ἐὰν ὦσιν οἱ πρόγονοι καλοὶ κἀγαθοὶ καὶ δίκαιοι, ἵνα τοὺς
[2441] ἐκ τούτων γεγεννημένους εὐγενεῖς φασιν εἶναι. Ἄλλο δέ, ἐὰν ὦσιν οἱ πρόγονοι δεδυναστευκότες καὶ ἄρχοντες γεγενημένοι, 〈καὶ〉 τοὺς ἐκ τούτων εὐγενεῖς φασιν εἶναι. Ἄλλο δέ, ἐὰν ὦσιν οἱ πρόγονοι ὀνομαστοί, οἷον ἀπὸ στρατηγίας, [2445] ἀπὸ στεφανιτῶν ἀγώνων˙ καὶ γὰρ τοὺς ἐκ τούτων γεγεννημένους εὐγενεῖς προσαγορεύομεν.