[89] τοὺς δὲ τῶν μοιχευόντων τραγικούς, 〈οὓς〉 φυγάς τε καὶ φόνους ἔχειν ἔπαθλον˙ τοὺς τῶν ἑταίραις προσιόντων κωμικούς˙ ἐξ ἀσωτίας γὰρ καὶ μέθης μανίαν ἀπεργάζεσθαι.
Τούτου γέγονε Πασικλῆς ἀδελφός, μαθητὴς Εὐκλείδου.
Χάριεν δ' αὐτοῦ Φαβωρῖνος ἐν τῷ δευτέρῳ τῶν Ἀπομνημονευμάτων (FHG III. 579) φέρει. φησὶ γάρ˙ παρακαλῶν περί του τὸν γυμνασίαρχον, τῶν ἰσχίων αὐτοῦ ἥπτετο˙ ἀγανακτοῦντος δέ, ἔφη, "τί γάρ; οὐχὶ καὶ ταῦτα σά ἐστι καθάπερ καὶ τὰ γόνατα;" ἔλεγέ τ' ἀδύνατον εἶναι ἀδιάπτωτον εὑρεῖν, ἀλλ' ὥσπερ ἐν ῥοιᾷ καὶ σαπρόν τινα κόκκον εἶναι. Νικόδρομον ἐξερεθίσας τὸν κιθαρῳδὸν ὑπωπιάσθη˙ προσθεὶς οὖν πιττάκιον τῷ μετώπῳ ἐπέγραψε, "Νικόδρομος ἐποίει."
[89] τοὺς δὲ τῶν μοιχευόντων τραγικούς, φυγάς 〈γὰρ〉 καὶ φόνους ἔχειν ἔπαθλον˙ τοὺς τῶν ἑταίραις προσιόντων κωμικούς˙ ἐξ ἀσωτίας γὰρ καὶ μέθης μανίαν ἀπεργάζεσθαι.
Τούτου γέγονε Πασικλῆς ἀδελφός, μαθητὴς Εὐκλείδου.
Χάριεν δ' αὐτοῦ Φαβωρῖνος ἐν τῷ δευτέρῳ τῶν Ἀπομνημονευμάτων φέρει. φησὶ γάρ˙ παρακαλῶν περί του τὸν γυμνασίαρχον, τῶν ἰσχίων αὐτοῦ ἥπτετο˙ ἀγανακτοῦντος δέ, ἔφη, "τί γάρ; οὐχὶ καὶ ταῦτα σά ἐστι καθάπερ καὶ τὰ γόνατα;" ἔλεγέ τ' ἀδύνατον εἶναι ἀδιάπτωτον εὑρεῖν, ἀλλ' ὥσπερ ἐν ῥοιᾷ καὶ σαπρόν τινα κόκκον εἶναι. Νικόδρομον ἐξερεθίσας τὸν κιθαρῳδὸν ὑπωπιάσθη˙ προσθεὶς οὖν πιττάκιον τῷ μετώπῳ ἐπέγραψε, "Νικόδρομος ἐποίει."
[89] τοὺς μὲν τῶν μοιχευόντων τραγικούς˙ φυγάς 〈γὰρ〉 καὶ φόνους ἔχειν ἔπαθλον˙ τοὺς δὲ τῶν ἑταίραις προσιόντων κωμικούς˙ ἐξ [4335] ἀσωτίας γὰρ καὶ μέθης μανίαν ἀπεργάζεσθαι. Τούτου γέγονε Πασικλῆς ἀδελφός, μαθητὴς Εὐκλείδου.
Χάριεν δ' αὐτοῦ Φαβωρῖνος ἐν τῷ δευτέρῳ τῶν Ἀπομνημονευμάτων φέρει. Φησὶ γάρ˙ παρακαλῶν περί του τὸν γυμνασίαρχον, τῶν ἰσχίων αὐτοῦ ἥπτετο˙ ἀγανακτοῦντος
[43310] δέ, ἔφη, "Τί γάρ; Οὐχὶ καὶ ταῦτα σά ἐστι καθάπερ καὶ τὰ γόνατα;" Ἔλεγέ τε ἀδύνατον εἶναι ἀδιάπτωτον εὑρεῖν, ἀλλ' ὥσπερ ἐν ῥοιᾷ καὶ σαπρόν τινα κόκκον εἶναι. Νικόδρομον ἐξερεθίσας τὸν κιθαρῳδὸν ὑπωπιάσθη˙ προσθεὶς οὖν πιττάκιον τῷ μετώπῳ ἐπέγραψε, "Νικόδρομος [43315] ἐποίει."