[89] ὁ δὲ πρός τι οὐδέν φησι καθ' ἑαυτὸ λαμβάνεσθαι, ἀλλὰ μεθ' ἑτέρου. ὅθεν ἄγνωστα εἶναι. ὁ δ' ἐξ ὑποθέσεως τρόπος συνίσταται, οἰομένων τινῶν τὰ πρῶτα τῶν πραγμάτων αὐτόθεν δεῖν λαμβάνειν ὡς πιστὰ καὶ μὴ αἰτεῖσθαι˙ ὅ ἐστι μάταιον˙ τὸ ἐναντίον γάρ τις ὑποθήσεται. ὁ δὲ δι' ἀλλήλων τρόπος συνίσταται ὅταν τὸ ὀφεῖλον τοῦ ζητουμένου πράγματος εἶναι βεβαιωτικὸν χρείαν ἔχῃ τῆς ἐκ τοῦ ζητουμένου πίστεως, οἷον εἰ τὸ εἶναι πόρους τις βεβαιῶν διὰ τὸ ἀπορροίας γίνεσθαι, αὐτὸ τοῦτο παραλαμβάνοι πρὸς βεβαίωσιν το ἀπορροίας γίνεσθαι. [89] ὁ δὲ πρός τι οὐδέν φησι καθ' ἑαυτὸ λαμβάνεσθαι, ἀλλὰ μεθ' ἑτέρου. ὅθεν ἄγνωστα εἶναι. ὁ δ' ἐξ ὑποθέσεως τρόπος συνίσταται, οἰομένων τινῶν τὰ πρῶτα τῶν πραγμάτων αὐτόθεν δεῖν λαμβάνειν ὡς πιστὰ καὶ μὴ αἰτεῖσθαι˙ ὅ ἐστι μάταιον˙ τὸ ἐναντίον γάρ τις ὑποθήσεται. ὁ δὲ δι' ἀλλήλων τρόπος συνίσταται ὅταν τὸ ὀφεῖλον τοῦ ζητουμένου πράγματος εἶναι βεβαιωτικὸν χρείαν ἔχῃ τῆς ἐκ τοῦ ζητουμένου πίστεως, οἷον εἰ τὸ εἶναι πόρους τις βεβαιῶν διὰ τὸ ἀπορροίας γίνεσθαι, αὐτὸ τοῦτο παραλαμβάνοι πρὸς βεβαίωσιν το ἀπορροίας γίνεσθαι. [89] Ὁ δὲ πρός τι οὐδέν φησι κατὰ πάντα 〈ἰδίως〉 [6931] λαμβάνεσθαι, ἀλλὰ μεθ' ἑτέρου. Ὅθεν ἄγνωστα εἶναι. Ὁ δὲ ἐξ ὑποθέσεως τρόπος συνίσταται οἰομένων τινῶν τὰ πρῶτα τῶν πραγμάτων αὐτόθεν δεῖν λαμβάνειν ὡς πιστὰ καὶ μὴ αἰτεῖσθαι˙ ὅ ἐστι μάταιον˙ τὸ ἐναντίον γάρ τις [6935] ὑποθήσεται. Ὁ δὲ δι' ἀλλήλων τρόπος συνίσταται ὅταν τὸ ὀφεῖλον τοῦ ζητουμένου πράγματος εἶναι βεβαιωτικὸν χρείαν ἔχῃ τῆς ἐκ τοῦ ζητουμένου πίστεως˙ οἷον εἰ τὸ εἶναι πόρους τις βεβαιοῖ διὰ τὸ ἀπορροίας γίνεσθαι, 〈καὶ〉 αὐτὸ παραλαμβάνοι πρὸς βεβαίωσιν τοῦ ἀπορροίας γίνεσθαι.