[90] Ἀνῄρουν δ' οὗτοι καὶ πᾶσαν ἀπόδειξιν καὶ κριτήριον καὶ σημεῖον καὶ αἴτιον καὶ κίνησιν καὶ μάθησιν καὶ γένεσιν καὶ τὸ φύσει τι εἶναι ἀγαθὸν ἢ κακόν. πᾶσα γὰρ ἀπόδειξις, φασίν, ἢ ἐξ ἀποδεδειγμένων σύγκειται χρημάτων ἢ ἐξ ἀναποδείκτων. εἰ μὲν οὖν ἐξ ἀποδεδειγμένων, κἀκεῖνα δεήσεταί τινος ἀποδείξεως κἀντεῦθεν εἰς ἄπειρον˙ εἰ δ' ἐξ ἀναποδείκτων, ἤτοι πάντων ἢ τινῶν ἢ καὶ ἑνὸς μόνου δισταζομένου, καὶ τὸ ὅλον εἶναι ἀναπόδεικτον. εἰ δὲ δοκεῖ, φασίν, ὑπάρχειν τινὰ μηδεμιᾶς ἀποδείξεως δεόμενα, θαυμαστοὶ τῆς γνώμης, εἰ μὴ συνιᾶσιν ὅτι εἰς αὐτὸ τοῦτο πρῶτον, ὡς ἄρ' ἐξ αὑτῶν ἔχει τὴν πίστιν, ἀποδείξεως χρή. [90] Ἀνῄρουν δ' οὗτοι καὶ πᾶσαν ἀπόδειξιν καὶ κριτήριον καὶ σημεῖον καὶ αἴτιον καὶ κίνησιν καὶ μάθησιν καὶ γένεσιν καὶ τὸ φύσει τι εἶναι ἀγαθὸν ἢ κακόν. πᾶσα γὰρ ἀπόδειξις, φασίν, ἢ ἐξ ἀποδεδειγμένων σύγκειται χρημάτων ἢ ἐξ ἀναποδείκτων. εἰ μὲν οὖν ἐξ ἀποδεδειγμένων, κἀκεῖνα δεήσεταί τινος ἀποδείξεως κἀντεῦθεν εἰς ἄπειρον˙ εἰ δ' ἐξ ἀναποδείκτων, ἤτοι πάντων ἢ τινῶν ἢ καὶ ἑνὸς μόνου δισταζομένου, καὶ τὸ ὅλον εἶναι ἀναπόδεικτον. εἰ δὲ δοκεῖ, φασίν, ὑπάρχειν τινὰ μηδεμιᾶς ἀποδείξεως δεόμενα, θαυμαστοὶ τῆς γνώμης, εἰ μὴ συνιᾶσιν ὅτι εἰς αὐτὸ τοῦτο πρῶτον, ὡς ἄρ' ἐξ αὑτῶν ἔχει τὴν πίστιν, ἀποδείξεως χρή. [90] [69311] Ἀνῄρουν δὲ οὗτοι καὶ πᾶσαν ἀπόδειξιν καὶ κριτήριον καὶ σημεῖον καὶ αἴτιον καὶ κίνησιν καὶ μάθησιν καὶ γένεσιν καὶ τὸ φύσει τι εἶναι ἀγαθὸν ἢ κακόν. Πᾶσα γὰρ ἀπόδειξις, φασίν, ἢ ἐξ ἀποδεδειγμένων σύγκειται χρημάτων [69315] ἢ ἐξ ἀναποδείκτων. Εμὲν οὖν ἐξ ἀποδεδειγμένων, κἀκεῖνα δεήσεταί τινος ἀποδείξεως κἀντεῦθεν εἰς ἄπειρον˙ εἰ δὲ ἐξ ἀναποδείκτων, ἤτοι πάντων ἢ τινῶν ἢ καὶ ἑνὸς μόνου δισταζομένου, καὶ τὸ ὅλον εἶναι ἀναπόδεικτον. Εἰ δὲ δοκεῖ, φασίν, ὑπάρχειν τινὰ μηδεμιᾶς ἀποδείξεως [69320] δεόμενα, θαυμαστοὶ τῆς γνώμης, εἰ μὴ συνιᾶσιν ὅτι εἰς αὐτὸ τοῦτο πρῶτον, ὡς ἄρα ἐξ αὑτῶν ἔχει τὴν [6941] πίστιν, ἀποδείξεως χρή.